εἰ δ’ οὖν καὶ ἄλλων ἀμνημονήσειέ τις, πῶς ἂν τοῦ γε τελευταίου τούτου δύναιτο; τὰ καινὰ γὰρ ἥκιστα ὑπὸ λήθης ἀφανίζεται. τοιοῦτον δ’, οἶμαι, τὸ παρόν. ἀνὴρ πολέμιος ἄκων ἐπαινεῖ τὸν ἐχθρὸν ἐμέ. καὶ ἔγωγε ἐνεθυμήθην ὡς τὸ παρ’ ἀξίαν εὐτυχεῖν ἐξίστησι πολλάκις τοῦ φρονεῖν. ὁ γοῦν Φίλιππος οὐκ οἶδεν ὧς ἐν αὐτῷ τῷ ζητεῖν με λαβεῖν μάρτυς γίνεται τῆς ἐμῆς εἰς ὑμᾶς εὐνοίας καὶ μονονοὺ κηρύττει πρὸς ἅπαντας ὅτι διὰ τοῦτον μέν- τοι τὸν ἄνθρωπον οὐ κεκράτηκα τῆς Ἀττικῆς, ἀλλ’ ἔτι μοχθῶ καὶ στρατεύομαι πάλαι πάντα δυνάμενος ἔχειν.