Φίλιππον μὲν οὖν εἰκὸς οὐδὲ ταύτης ἀφέξεσθαι | τῆς πείρας, ἐγὼ δὲ αὐ- RIV 278 τὸν οἶς ἐρῶ πρὸς ταχεῖαν ὀργὴν ἐπισπάσομαι πάλιν ὄλεθρον καλῶν, πάλιν βάρβαρον καὶ λέγων ὡς ἀθά- νατος ἡ τῶν Ἀθηναίων πόλις καὶ ὧς ἀμήχανον ψευδεῖς ἐλεγχθῆναι τὰς ὑπὲρ αὐτῆς μαντείας καὶ ὧς ἐγὼ μὲν αὐτῇ τοὺς αἰχμαλώτους ἀνα- σῶσαι δι’ ἐμαυτοῦ προσήκειν ὑπέλαβον, ἡ δὲ καὶ ἄνευ τούτων ἔρρωται καὶ οἶδεν ὅτι οὐ νενίκηκας.