κἂν ἐπιτιμῶσι πάλιν ὅτι ταῦτα ἐπετρέψατε τῷ Δημοσθένει καὶ συνεχωρήσατε καὶ οὐκ ἐκωλύσατε οὐδ’ ἀντελάβεσθε οὐδ’ ἠμείψασθε τὴν ἄγαν αὐτοῦ προθυ- μίαν τῷ μὴ ταῦτα ἐᾶσαι γενέσθαι, πάλιν ἕξετε | R IV 277 18 cf. t. V 552, 20 1 ὑμνήσαντα Vi sed μεριμνήσαντα in marg m 2 6 ἡμᾶς scripsi ex HPCI ut coni Re ὑμᾶς VViMa edd | βάθρον Vi sed βάραθρον in marg m 2 et coni Iacobs App Pors 322 Lect 104 et Gasda at βάθρον nusquam idem est atque βῆμα magis placeret Βαττάλου coll t. IV 312, 3 R. Dem. cor. § 180 p. 288, 17 et 22 c. schol. Lib. vit. Dem. p. 2, 23. Aeschin. Tim. § 126; 164; fals. leg. § 99, at nihil mutaverim 10 ἄρτι in marg Vi 2 11 ταῦτα Vi Ι ἡμῶν Η 12 ὑμεῖς V | ἐξέδομεν Vi sed κεν in marg m 2 ἐξέδωμεν V 13 ὑμῶν Ma sed υ ex η corr m 2 CI Ι καὶ(1) om Ma 15 εὐλαβέστερον ἂν Ρ Mor | αὐτὸν HVViCl 16 αὐτῷ libri edd Ι ἔχει scripsi ex HVViMaCl ἔχοι Ρ edd | παθεῖν ταῦτα Re 18 οὐδὲ HV 20 ἐάσαι HVPViMa edd πιθανὸν εἰπεῖν ὧς ὑμεῖς μὲν ἠλγεῖτε ἀπιέναι θέλοντος καὶ ἐβοᾶτε μένειν, ἐγὼ δὲ ἰσχυρότερος ἐγενόμην τοῦ δήμου παντός. τούτοις τε οὖν αὐτοὺς θαρρύνετε καὶ ἄμα ὑπόσχεσθε πρὸς τὰ δεύτερα ἔσεσθαι βελτίους, οἶ δὲ πιστεύσουσι λεγόντων. 29. Ἐᾶτε δή με, πρὸς τῶν τροπαίων, πρὸς τῆς γῆς ἣν αὐχοῦμεν ἔχειν μητέρα, ποιεῖν ἅπερ ἔγνωκα, καὶ μή με ἀναγκαζέτω μηδεὶς μηδὲν ὑπομεῖναι τῆς ἐμῆς γνώμης ἀνάξιον. βούλομαι δὲ ἀπιὼν παραμυθήσασθαι καὶ ὑμᾶς καὶ ἐμαυτόν. ὑμῖν μὲν τοίνυν ἐκ τῶν ἐμῶν ἔστω παραμυθία. ὁρᾶτε γὰρ τὴν μεταβολήν. Δημοσθέ- νης ὁ πολὺς κατὰ τοῦ Φιλίππου ῥέων ἐπὶ τῆς ἐκκλη- σίας ἀπ’ αὐτῆς ἀχθήσεται τῆς ἐκκλησίας. καὶ ὃν οὐκ ἔδωκεν ἡ μάχη τοῖς νενικηκόσιν, οὗτος αὐτὸν ἐγχειριεῖ τῷ δυσμενεστάτῳ, λαβὼν δὲ ἐκεῖνος μαστιγώσει, στρε- βλώσει, σιδήρῳ καὶ πυρὶ δαπανήσει τὸ σῶμα.