ἂν ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, λέγωσι κλαίοντες, οὐκ ἀπορήσετε πρὸς αὐτοὺς ἀπολογίας τινός. ἃ γὰρ ἄρτι πρὸς ὑμᾶς εἶπον ἐγώ, ταῦτ’ ἐρεῖτε ὑπὲρ ὑμῶν αὐτῶν ὅτι οὐχ ἡμεῖς ἐξέδομεν τὸν Δημοσθένην, ἀλλ’ ἐκπε- πληγμένων ἡμῶν καὶ χαλεπῶς ἐχόντων καὶ δια- νοουμένων ἀποκρίνασθαι τοῖς ἥκουσιν ἃ τὸν Φί- λιππον ἂν εὐλαβέστερον ἐποίησεν αὐτὸς αὑτὸν ἔπεισεν, ὧς ἄρα αὑτῷ καλῶς ἔχει ταῦτα παθεῖν.