ἀλλ’ ὁ τὸν Ἀντιφῶντα μὲν κωλύ- σας ἐμπρῆσαι τὰ νεώρια καὶ παραδοῦναι Φιλίππῳ τὴν θάλατταν, τὴν δεινότητα δὲ τοῦ Βυζαντίου ῥήτορος ἀσθενεστέραν ἀποφήνας τῶν τῆς πόλεως δικαίων, μι- σῶν δὲ συμπρέσβεις πονηροὺς καὶ οὐδὲν τῶν ἰδίων αἰδούμενος κατὰ τῶν ὑμῖν συμφερόντων νῦν ἀποστῶ τῆς ἀρχαίας εὐνοίας; τίνα μέλλων τῶν Ἑλλήνων λανθάνειν; οὐδὲ γὰρ αὖ τοῦτό γε ἔνεστιν εἰπεῖν ὡς οὐκ εἰς πολλοὺς ἥξει τῆς ἐμῆς ῥᾳθυμίας ὁ λόγος οὐδ’ ὧς ἐν τοῖς περιχώροις τούτοις, Εὐβοεῦσι λέγω καὶ Θηβαίοις καὶ Μεγαρεῦσι, στήσεται τὸ τῆς αἰσχύνης.