τοιαῦτα ἂν ἐν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, διελέχθην, εἴ τι ταπεινὸν ἑώρων ποιοῦντας καὶ ἀνάξιον τοῦ τῆς πόλεως ὀνόματος. ὃς γὰρ οὐδὲ τῶν ἄλλων Ἑλλήνων R IV 272 | οὐδένα εἴων τῷ Φιλίππῳ προίεσθαι, ἀλλὰ καὶ χρήματα καὶ σώματα ἀναλίσκειν παρῄνουν ὧς ταύτης ὑμῖν ὑπὸ τῶν πατέρων παραδεδομένης τῆς τάξεως, σχολῇ γ’ ἄν τινα περιεῖδον ἀπὸ τῆς ἐκκλησίας ὑμῶν διδόντων εἰς τοὺς βαρβάρους ἀγόμενον.