καὶ τὰ μὲν παρ’ ὑμῶν οὕτω καλὰ καὶ τοῦ τῆς πόλεως ἤθους <ἄξια>, a τὰ παρ’ ἐμοῦ δὲ ἴσως οὐ χείρω. δίδωμι ἐμαυτὸν τοῖς ἥκουσι καὶ βαδίζειν εἰς Μακεδονίαν ἕτοιμος καὶ ὃ μηδὲ τῶν παρ’ ἐκείνου πλουτούντων μηδὲ εἷς ἐτόλμησεν εἰπεῖν, τοῦτο ἐγὼ καὶ λέγω καὶ γράφω.