τοιούτοις καὶ πολλοῖς ἑτέροις διενοούμην λόγοις τῷ κινδυνεύοντι συνειπεῖν, ᾤμην γὰρ ὁ μάταιος ἐγὼ τὸ κακὸν ἐφ’ ἕτερον φέρεσθαι. καίτοι μ’ ἐχρῆν εὐθὺς ἀκούσαντα τί ποτ’ ἔσθ’ ὃ ζητοῦντες ἥκουσιν ἐμαυτὸν ἐλπίσαι. πολλὰ γὰρ ἦν τὰ ποιοῦντα ταύτην τὴν ἐλπίδα, πόλεμος ῥήτορος καὶ τυράννου, μακροὶ λόγοι καὶ λυπηροί, ψηφίσματα μαχό- μένα ταῖς ἐπιβουλαῖς, πρεσβεῖαι πολλαί, χρυσίον ὑπερ- οφθέν, τῶν εἰληφότων κρίσεις, δημηγορίαι δῆμον ἀργοῦντα ἐπεγείρουσαι.