ἀλλ’ ὑμεῖς γε | ὑμῖν αὐτοῖς ἀντ’ R IV 252 ἐμοῦ γένεσθε. καὶ τοῦ μὲν πένθους ὕφετε, πατέρες δὲ τῶν παίδων γεγενημένοι τῆς πόλεως, τουτὶ δέομαι, καὶ τὸν ἐπ’ ἐκείνοις ῥηθησόμενον λόγον σεμνύνατε. χειροτονεῖτε τὸν ἐροῦντα ἐκ τῶν ὡς ἀληθῶς λυπου- μένων, ἀλλὰ μὴ τῶν προσποιουμένων. ἐπειδὰν δὲ ἀπολοφύρησθε τοὺς ἀγαθοὺς ἐκείνους, ζητεῖτε τιμωρίαν ὧν πεπόνθατε λόγους γενναίους, ψήφισμα καλόν, πρᾶξιν ὠφέλιμον. 40. Ὑπερίδη καὶ Πολύευκτε καὶ Μοιρόκλεις, μηδὲν ὑμᾶς τὸ πρᾶγμα τοῦτο τὸ κατ’ ἐμὲ ποιείτω χείρονας. ἀλλ’ ἕως μὲν ἂν ἐξῇ, πολιτεύεσθε τὴν πολιτείαν ταύ- την τὴν ἐπικίνδυνον, καλὴ γάρ, εἰ καὶ κινδύνους ἔχει μεγάλους, ἢν δὲ αἴσθησθε πρέσβεις ἐφ’ ὑμᾶς ἐκ Μακε- δονίας ἐφ’ ὁμοίοις τρέχοντας, φθάσατε τοὺς λόγους αὐτῶν τῷ θανάτῳ. καὶ πλέον τί μου τῇ πόλει χαρί- 12 Thuc. II 46 15 cf. t. IV 265, 4 R. Dem. Phil. III p. 129,18 | Dem. fals. leg. p. 435,6. Plut. Dem. 13,5; 23,3. Arr. anab. | 10,4 cf. A. Schaefer Dem. III 137 2 1 πεσόντ’ ἃς Ath 7 παραμυθηταί post γένεσθε inserendum vel χρῆσθε pro γένεσθε scribendum coni Iacobs Lect 103 Rev 4 | πατέρες scripsi σωτῆρες libri edd 8 γεγεννημένοι Re 9 τῶν ἐπ’ ἐκείνοις ῥηθησομένων λόγων ὑπομνῆσαι (sc. ὑμᾶς) ὑπομνήσεσθε δέ, εἰ vel λόγων οὐκ ἀμνηστεῖν· οὐκ ἀμνηστήσετε δέ, εἰ coni Iacobs Lect 103 | σεμνύνατε scripsi ὑμνήσειν· εἰ libri edd 15 Πολύευκτε reposui e libris cum Gasda πολύ- εκτε edd | Μοιρόκλεις scripsi (Mus. Rhen. XXXII 90) μυρόκλεις libri edd 17 πολιτεύεσθαι Ρ 20 ἐπὶ ὁμοίοις Ath σασθε τὸ μὴ ῥηθῆναι παρ’ Ἀθηναίοις ὑπὲρ ἐκδόσεως λόγους. 41. Περὶ δὲ τῆς θυγατρός, κἂν μηδὲν ἐπισκήψω, θαρρῶ. πολλοὺς αὐτῇ καταλείπω πατέρας τοὺς ἐνταυ- θοῖ, τοὺς παρὰ τοῖς ἄλλοις ἔθνεσιν. οὐ γὰρ δὴ τὸν μὲν πατέρα αὐτῆς ἐστεφάνουν, αὐτῆς δ’ ἀμελήσουσι. καὶ τί δεῖ λέγειν τοὺς καθ’ ἕκαστον; ὁ δῆμος ἅπας ἐπιμελής ἔται τροφῆς, νυμφίου, γάμων. κἂν ἄρρεν τέκῃ, Δημοσθένης ἴσως ὄνομα αὐτῷ τεθήσεται. θυγατριδοῦς δὲ εἰ γένοιτο, τύχῃ μέν, ὦ θεοί, διενέγκοι τοῦ πάππου, τὰ δ’ ἄλλα ὅμοιος γένοιτο. 42. Ἄρ’ ἔστι τι ὑπόλοιπον ἄξιον εἰρῆσθαι; ναί. μικρά γε δεῖ τοὺς πρέσβεις ἀκούσαντας ἀπελθεῖν. ὦ διάκονοι τυράννου παρὰ τὴν ἀξίαν εὖ πράξαντος, ὧς μεγάλης τε καὶ λαμπρᾶς ἐλπίδος ἡμάρτετε. ὑμεῖς μὲν ᾤεσθέ με δεδεμένον ἄξειν παρὰ τοῦ δήμου λαβόντες διὰ τῆς ἀγορᾶς, διὰ τῆς Ἐλευσῖνος, διὰ Πλαταιέων, διὰ Θηβαίων, διὰ Φωκέων, διὰ Πυλῶν, διὰ Λαρίσσης ἐλέγχοντες ἐν ἐμοὶ τοῦ δήμου τὸν τρόπον, ἄπιτε δὲ κεναῖς χερσὶν ἰδόντες εὐψυχίαν ῥήτορος.