καὶ τίς οὐχὶ τούτων τῶν ἐμοὶ προσκεκρουκότων, οὓς ἀνιῶ λέγων, ἐπαναστὰς ὑβριστι- κῶς ἐκβαλεῖ με τοῦ βήματος; τὸν δὲ ἔκδοτον, τὸν δὲ ἄτιμον, τὸν ἐλέῳ σεσωσμένον, τὸν δοῦλον τῶν ὑπὲρ αὐτοῦ δεδακρυκότων, τοῦτον δεῖ ἀναβαίνειν ἐπὶ τὸ βῆμα καὶ σεμνότερον εἶναι τοῦ δέοντος; πάλιν σὺ θρασύς; ἐπιθυμεῖν ἔοικας δευτέρων κακῶν. μή με, 00 ἄνδρες Ἀθηναῖοι, τοιού- τοις φυλάξητε λόγοις, ἀλλ’ ἕως ἐπὶ τῆς ἔμπροσθεν ἑστήκατε δόξης, ἀποκτείνατε. 9 Dem. p. 606, 26 10 cf. t. I 104, 8; II 211, 12 18 cf. p. 349,6; t. IV 298, 11 R 1 ἡττήθημεν μέν inserui e Ρ ἡττήθημεν Ath om edd 2 Δημοσθένην scripsi cum Iacobsio Lect 101 Rev 3 et Gasda δημοσθένης libri edd 8 καὶ ante πάλιν Ρ edd delevi 9 νουθετῶ μὲν Re 12 punctum post κληρονόμοι posui, signum interrogationis libri edd | τῶν inserui e libris cum Iacobsio Lect 102 Rev 3 Sinteni Gasda om edd 14 ἐκβαλεῖ scripsi cum Gasda et Cobeto Misc 147 ἐκβάλῃ libri edd | τὸν δὲ re- posui e libris cum Cobeto τόνδε edd | τὸν δὲ reposui ex Ath cum Cobeto τόνδε Ρ edd 16 δεῖ scripsi δεῖν libri et coni Sintenis δεῖνα edd οὐ δεινὰ Iacobs Lect 102 („nonne num“) Rev 3 δὲ Cobet 18 ἔοικας scripsi ἔοικε libri edd 29. Καὶ πῶς, φησίν, οὐ μανικὸν ἤδη βού- λεσθαι τελευτᾶν ἐξὸν ἀναμεῖναι τὴν Φιλίππου γνώμην, ἂν ἄρα λάβῃ; ὁ δ’ ἴσως φείσεται λα- βών, οἵα πολλὰ πρὸς πολλοὺς ἐφιλανθρωπεύ- σατο. φείσεται Φίλιππος Δημοσθένους; οὐκ ἀποκτενεῖ; καὶ τίνος ἀναμνησθείς; τῶν ὑπὲρ Ὀλυνθίων λόγων; ποίων; τῶν πρώτων ἤ τῶν δευτέρων ἢ τῶν τρίτων; ἀλλὰ τῶν ὑπὲρ Φωκέων, ὧν τοὺς μὲν ὁ δῆμος ἤκουσε, τοὺς δὲ τὸ δικαστήριον; οἷς οἶδεν ὅτι τὸ μὲν ἐμὸν μέρος ἐστὲ μὲν ἐπὶ Θρᾴκης [Xαλκίδος] σώζονται δὲ Φωκεῦσιν αἰ πόλεις, διὰ δὲ τοὺς λαμπροὺς τούτους οὐκ ἀνέξεται Φίλιππος ἠδικῆσθαι.