ἂν οὕτως, ὦ ἄνδρες Ἀθηναῖοι, σωθῶ τῶν μὲν ἐμῶν φίλων ἱκετευόντων, | ὑμῶν R IV 248 δὲ ἐλεούντων, τίς ὁ λοιπὸς ἔσται μοι βίος; τί δια- τελέσω ποιῶν; ἀργὸς καθεδοῦμαι λεγόντων ἑτέρων ἀκούων μετὰ τοσαύτην, ὦ ἄνδρες Ἀθηναῖοι, πολιτείαν; καὶ τοῦθ’ ὑμῖν καλόν; ἀλλ’ ἐρῶ καὶ γράψω πάλιν ἐκεῖνα τὰ συνήθη· ἐξίωμεν, εἰσφέρωμεν, νουθε- τῶμεν τοὺς ἕλληνας, ἀναμαχώμεθα τὴν ἧτταν, ἀντεχώμεθα τῆς ἀρχῆς. ὑμεῖς τούτου τοῦ καλοῦ κληρονόμοι.