τοι- αῦτα ἀπολογούμενοι, μετὰ ταῦτα πολλά μου ψηφίσματα φέροντες ἐν ταῖς χερσὶν ἀνθ’ ἱκετηρίας ἀναγνώσονται, καθ’ ἃ πρέσβεις ἐξῆλθον, καθ’ ἃ τριήρεις ἔπλευσαν, καθ’ ἃ τῶν μὲν οὐκ ἐξεπέσετε, τὰ δὲ ἐκομίσασθε. ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, καθ’ ἑκάστην ἡμέραν[, ταῦτα] πεντάκις, ταῦτα, ἴως ἐπιτρέπουσιν οἶ πρέσβεις. καὶ ἔτι πρὸς τούτοις θρῆνος δημοτῶν, δάκρυα φυλετῶν, οἰκείων, συγγενῶν, τῶν ἐκ Μακεδονίας ὐπ’ ἐμοῦ λελυμένων, οἷς τὸ χρέος ἐποίησα δωρεάν. ἄξουσι καὶ τὴν θυγα- τέρα πρὸς τὰς ἐκκλησίας δεησομένην ὑμῶν· σώσατε, ἐλεήσατέ μου τὸν πατέρα.