ταυτὶ μὲν εἰς βλάβην τηλικαῦτα, ἕτερον δέ, διαβεβλήσεσθε πρὸς ἅπαντας ἀνθρώπους ὡς οὐ καλῶς τοῖς εὔνοις ἀποδιδόντες τὰς χάριτας. ἀτύχημα δὲ ὡς ἐν τοῖς παροῦσιν οὐ μικρὸν τὸ πάνυ γνώριμον εἶναι τὸν δῆμον. διὰ γὰρ τὰς πολλάς, ὦ ἄνδρες Ἀθη- ναίοι, πρεσβείας οὐ μόνον ἐν τοῖς Ἕλλησιν, ἀλλὰ καὶ τῶν βαρβάρων οὐκ ὀλίγοις ἔγνωσθε.