πολλοὶ πολλάκις αὑτοὺς ἐπαπέκτειναν <τοῖς> ἐρωμένοις. ὁρῶ κἀγὼ τὸν ἐρώμενον τὸν ἐμαυτοῦ τὸν δῆμον τῶν Ἀθηναίων οὐκέθ’ ὁμοίως ἀνθοῦντα. ἔν οὖν ἀπαλλαγῶ τοῦ τοιαύτας ὁρᾶν ἐκκλησίας, ἄπειμι τήμερον καλὸν τέλος ἐπιθεὶς τοῖς πεπολιτευμένοις. οὐκ ἐκκέκομμαι τὼ ὀφθαλμώ, λέγεις. εἴθε τοῦτο ἐπεπόνθειν ὑμῶν ὄντων μεγάλων. οὐκ ἀποκέ- κομμαι <τὸ> σκέλος. εἴθε ἀμφότερα τοῦ ὑμῖν φυλαττομένου. οὐ καταρρεῖ μοι τὸ σῶμα. μικρὸν τὸ κακὸν τῆς ὑμετέρας ἐρρωμένης τάξεως. ὁρᾶτε καὶ τὸν Φίλιππον οὐ φεύγοντα τὴν τοιαύτην εἰσφοράν, ἀλλὰ τοῖς μέρεσι τοῦ σώματος τὴν δόξαν ὠνούμενον. ἐβουλόμην χρῆσαι τὸν θεὸν ἀπολεῖσθαι Φίλιππον, εἰ | Δημοσθένης ὑπὲρ τῆς πόλεως R IV 246 ἐπιδοίη τὴν παῖδα. οὐ γὰρ ἂν εἴδετέ με ζητοῦντα τότε φάρμακον, ἀλλὰ τὸν Ἐρεχθέα μιμούμενον. νῦν δέ, ὅ 3 cf. t. III 311, 1; 465, 15; 478,5; IV 144,4 6 Plat. Gorg. p. 481 D 9 Plat. conv. p. 186 A 10 sq. Dem. cor. p. 247, 9 sq. 16 Dem. 1. 1. 19 cf. ad p. 288, 3 20 cf. p. 94, 10; t. III 442, 6; t. IV 468, 14 sq. R. [Dem.] epit. § 27 p. 1397, 16 sq. [Apollod.] bibl. III 15, 4 3 punctuni post εὐχόμην posui, comma libri edd | comma post Ἥλιε posui, colon libri edd 5 αὑτοὺς reposui e libris cum Iacobsio Rev 3 αὐτοὺς edd | τοῖς inserui cum Gasda om libri edd 8 τοῦ scripsi cum Gasda τε Ath om Ρ edd 10 οὐκ ἐκκέκομμαι scripsi cum Gasda et Cobeto Coll 286 coll Dem. 1. 1. οὐ κέκομμαι libri edd 12 τὸ inserui auctore Gasda coll Dem. 1. 1. om libri edd 17 ἀπολεῖσθαι scripsi ἀπολέσθαι libri edd ἂν ἀπολέσθαι coni Gasda 18 μὴ post εἰ Ath 19 εἴδετέ scripsi ἴδητέ libri edd ἴδοιτε Gasda πολλάκις ὑμῖν εἶπον, οὐ φέρω καὶ ἅμα σκοπῶ, πῶς ἂν ὑμᾶς καὶ ἐκ τῶν παρόντων ὀνήσαιμι. δεῖ γάρ μου καὶ τὴν τελευτὴν ὥσπερ καὶ τὸν βίον κέρδος γενέσθαι τῇ πόλει. πῶς οὖν τοῦτο ἔσται; θεωρήσατε. 18. Νῦν δεδέησθε πέντε ἡμερῶν εἰς βουλήν. οὐκοῦν ἐν ταύταις ἢ δώσετε ἢ οὔ. ἐὰν μὲν τοίνυν ἐκδῶτε καὶ παρὰ τῆς ὑμετέρας με γνώμης λαβόντες ἀπάγωσι, πολ- λοὺς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, παραβήσεσθε νόμους, ἀλλότριοι δὲ τῶν πατέρων φανεῖσθε, διδάξετε δὲ τὸν Φίλιππον ἄλλον μετ’ ἐμὲ ζητεῖν καὶ μετ’ ἐκεῖνον ἕτε- ρον καὶ πάντας ἑξῆς τοὺς τῆς ἐμῆς τάξεως, ἴως ἂν μόνον γένηται τὸ βῆμα τῶν ὑπὲρ ἐκείνου λεγόντων, οἱ δὲ γράψουσι ῥᾳδίως πλεῖν τε Φιλίππῳ τὰς τριήρεις καὶ στρατιώτας ἀκολουθεῖν καὶ στρατηγὸν ὑμέτερον ἕπεσθαι. ταυτὶ μὲν εἰς βλάβην τηλικαῦτα, ἕτερον δέ, διαβεβλήσεσθε πρὸς ἅπαντας ἀνθρώπους ὡς οὐ καλῶς τοῖς εὔνοις ἀποδιδόντες τὰς χάριτας. ἀτύχημα δὲ ὡς ἐν τοῖς παροῦσιν οὐ μικρὸν τὸ πάνυ γνώριμον εἶναι τὸν δῆμον. διὰ γὰρ τὰς πολλάς, ὦ ἄνδρες Ἀθη- ναίοι, πρεσβείας οὐ μόνον ἐν τοῖς Ἕλλησιν, ἀλλὰ καὶ τῶν βαρβάρων οὐκ ὀλίγοις ἔγνωσθε. πρὸς οὓς εἰ 18 cf. t. IV 491, 3 2 καὶ inserui ex Ath om Ρ edd | ὀνήσαιμι reposui e libris cum Gasda ὀνήσαιμεν edd 5 νὺν libri edd 6 με coni Gasda 9 πατέρων scripsi coll p. 323, 12 auctoribus Iacob- sio Lect 101 Rev 3 Not. crit. in Lib. apol. 34 et Gasda qui aut πατέρων aut προγόνων coniecerunt παρόντων libri edd 12 μόνων Sintenis 13 οἱ reposui e libris οἳ edd | num γράψωσι scribendum? | τε Mor sed γρ δὲ in marg δὲ libri τῷ coni Gasda 16 διαβεβλήσεσθε scripsi cum Gasda et Co- beto Coll 286 διαβέβλησθε libri edd 20 ἕλλησι Ρ 21 ἔγνω- σθε scripsi cum Pappaiannopulo ἔγνωσται Ath ἔγνωσαν Ρ eed αν corr ἐγνώσθητε edd πέμποιτε πρεσβείας παρακαλοῦντες ἐπὶ τὸν Φίλιππον, ἥξει γάρ, ἥξει καὶ τούτου καιρός, οὐκ οἴεσθε πάντας εὐθέως ἐρεῖν; θαυμαστοί γέ ἐστε φιλίας μεμνη- μένοι πρὸς ἡμᾶς. ὑμεῖς Δημοσθένην, ῥήτορα ἄυπνον καὶ φιλόπονον καὶ τῶν Φιλίππου παρ’ ἡμῖν ἀεὶ κεκρατηκότα πρέσβεων, ἐξέδοτε τοῖς ἐχθροῖς οὐ θεοὺς δείσαντες, οὐκ ἀνθρώπους αἰσχυνθέντες, οὐκ αὐτὸ τὸ βῆμα τὸ παρ’ ὑμῖν ἐφ’ οὗ τοὺς πολλοὺς ἐκείνους καὶ καλοὺς δι- ἑξῄει λόγους. τί οὖν χρὴ παρ’ ὑμῶν προσδοκᾶν; ὑμῖν συμπολεμήσομεν ἀνθρώποις οὐκ εἰδόσι μεμνῆσθαι χάριτος; 21. Ὁρᾶθ’ ὅπως ὑμῖν κλείει τὰς πόλεις τὸ παρ’ ὑμῶν ἐμὲ τοῖς Μακεδόσι | δοθῆναι; ποιεῖ δὲ καὶ R IV 246 τῶν πολιτευομένων τοὺς βελτίστους, ὦ ἄνδρες Ἀθη- ναίοι, ἀφώνους. τίς γὰρ ἀναστήσεται τοῦ κήρυκος καλοῦντος; τίς ἐρεῖ λόγους ὑμῖν μὲν συμφέροντας, αὑτῷ δὲ ἐπιζημίους; τίς εὑρήσει πόρους χρημάτων; τίς ξένους, τίς συμμάχους αὐτοὺς γράψοντας εἷναι  † χρείαν· αἰτίαν, ἂν καθαρεύητε, σχῆτε.