ταῦτ’ εὐχό- μὴν, τούτων ἐπεθύμουν κληρονόμους τε ὑμᾶς ὁρᾶν τοῦ προγονικοῦ φρονήματος. ἡ μὲν οὖν προαίρεσις καλὴ καὶ τῇ τῶν εἰς Μαραθῶνα δραμόντων ἴση, ἐδρά- μετε καὶ ὑμεῖς πρὸς τὰ τέρματα τῆς Βοιωτίας ὑπὲρ τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας, ἔπεσόν τινες ὑμῶν ὡς ὁ Κυναίγειρος ἐκεῖνος, ὡς ὁ Καλλίμαχος, ὡς οἶ τὸν ἐκεῖ πεπληρωκότες τάφον· τὰ δὲ ἐπὶ τῆς ἐκ- κλησίας ταύτης σμικρὰ καὶ ταπεινὰ καὶ ἀνάξια τῆς ἐξόδου.