οὐ R IV 244 γὰρ | τούτων ἐπιμελούμενος οὐδ’ ὑπὲρ τούτων εὐχόμενος διαγέγονα τοῖς θεοῖς, ἀλλ’ ἀπολέσθαι μὲν τὸν ἐπίορκον Φίλιππον, ὃ πάντως ἱστᾶι, κἂν ἀποθάνῃ Δημοσθένης, τὸν δῆμον δὲ εἰς ὕψος ἆραι τῶν Ἀθη- ναίων μάχαις καὶ νίκαις καὶ τροπαίοις οὐδὲν ἐλάττοσι τῶν θαυμαστῶν ἐκείνων ὧν τὸ μὲν ἔστηκε παρ’ ἡμῖν Μαραθῶνι, τὸ δὲ Πλαταιᾶσι, τὰ δὲ ἐν ταῖς πλησίον ταυταισὶ νήσοις, Εὐβοίᾳ καὶ Σαλαμῖνι.