τίς τῶν ἑαλωκότων ἐπὶ φόνῳ παρ’ ἄλλοις δίδωσι δίκην; τίς τῶν ἐπὶ προδοσίᾳ κατεγνωσμένων ὧς ἄλλους κολασθησόμενος ἀφικνεῖται; τίς τῶν ἀστρα- τεύτων ἢ τῶν τὰς τάξεις ἀπολιπόντων; οὐδὲ εἷς. εἰ μὲν οὖν ἄλλοι τινὲς τῶν πονηρῶν παρ’ ἄλλοις τισὶ δίκην ὑπέσχον, πίπρασκε καὶ Δημοσθένην ἔξω μακράν, εἰ βούλει, τῆς Ἀττικῆς ἀπάγων, μᾶλλον δὲ καὶ τῆς Ἑλλάδος· εἰ δ’ οὐδείς, ὃ κατὰ τῶν ἄλλων γραφόμενον ἔδοξεν ἂν εἶναι παράνομον, τοῦτο οὐ δεῖ νόμιμον κατὰ μόνου Δημοσθένους λογίζεσθαι.