εἰ βούλει, μνήσθητι καὶ τῶν θεῶν. Ἡρακλῆς ὁ πᾶσαν ἐλευθερώσας τὴν οἰκουμένην καὶ τὴν γῆν θηρίων <ἀφρίων> ἄγονον καὶ πονηρῶν δρῶν καθαρὰν παρασκευάσας, ὁ πᾶσαν μὲν γῆν, πᾶσαν δὲ θάλασσαν ἐμβατὴν τῇ τόλμῃ γενέσθαι καταναγκάσας, ὁ κατὰ τοὺς ὅρους τῆς οἰκουμένης στήλας ἱδρυσάμενος τῶν ἰδίων κατορθωμάτων αὐτὸς ἐδούλευσε. καὶ τίνι; Εὐρυσθεὺς αὐτοῦ δεσπότης ἐγένετο ἀγενέστερος οὐχ Ἡρακλέους μόνον, ἀλλὰ καὶ ἄλλων μυρέων γενόμενος. ἀλλ’ ἔφερεν Ἡρακλῆς τὰ τοῦ δεσπότου προστάγματα καὶ | δουλεύειν ἑνὶ σώματι φορητὴν δυστυχίαν R IV 335 ὑπελάμβανεν.