περιάξει Φίλιππος πανταχοῦ τὸν ἄνθρωπον, δείξει τοῖς συμμάχοις, φήσει ταῦτα· τοῦτον ὠνησάμην ἐξ Ἀθηνῶν· οὐκ ἔλαβε Δημοσθένης, ἀλλ’ ὁ δῆμος ἔλαβεν. οὗτος οὐκ ἀπέδοτο τὴν πόλιν, ἀλλ’ ἐκεῖνοι τοῦτον πεπρά- κασιν. ἔχω πάντα. προητοίμασταί μοι τὸ ἔργον. ἐκ τῆς ὠνῆς ἑάλωκεν ἡ τῶν Ἀθηναίων πόλις. κατὰ συμβόλαιον ἐώνημαι τὴν πόλιν. ταῦτ’ αἰσχρὰ καὶ ἀνάξια τῆς ἡμετέρας φιλανθρωπίας καὶ προσέτι ὄλεθρον σαφῆ φέροντα τῇ πόλει. εἰ δὲ κατέ- χοιμεν αὐτόν, ἀπαθὴς ἡ πόλις ἔσται τῶν κινδύνων. 34. Ὑπολείπεταί μοι παραμυθήσασθαι Δημοσθένη τὴν ὑπὲρ τῆς δουλείας παραμυθίαν. δουλεύεις, Δημό- σθενες, οὐ πρῶτος οὐδὲ μόνος ἐν ταύτῃ τῇ δυστυχίᾳ γενόμενος. ἄνθρωπος εἶ. ποικίλαι τῶν ἀνθρωπίνων μεταβολαί. ἐδούλευσε Νικίας ὁ στρατηγὸς ἐν Σικελίᾳ καὶ Συρακουσίοις ἐδούλευσε καὶ νοσῶν ἐδούλευσεν. 15 [Dem.] epit. p. 1399, 19. [Lys.] c. Andoc. p. 107, 24 20 Thuc. VII 86,4. Diod. Sic. XIII 19 et 27. Plut. Nic. 28,4 1 καὶ inserui auctore Gasda om libri edd | ἤ coni Mor | ἐστὶ ante προδότης Ma 3 σοι Ma 7 ὠνησάμην] cf. p. 246, 20 10 ἔργον ἐκ τῆς ὠνῆς Ma 11 ἀθηνῶν Va 12 κατὰ] πρὸς Ma 13 ὑμετέρας Ma 14 σαφῶς VaB | πατρίδι Ma 16 Δημοσθένη scripsi e Va sed η ex ει corr m 2, La δη- μοσθένει B δημοσθένην Ma Δημοσθένῃ edd 19 aut ποικίλαι αἱ τῶν ἀνθρώπων μεταβολαὶ aut ποικίλαι τῶν ἀνθρώπων αἰ μεταβολαί scribendum coni Re | ἀνθρωπίνων scripsi ἀνθρώπων libri edd 21 συρρακουσίοις VaLa edd | νόσων VaB ἐδούλευσεν ὁ σὸς ὁμώνυμος Δημοσθένης κακούμενος, προπηλακιζόμενος ὑπὲρ Σφακτηρίας ὀργιζομένων τῶν δεσποτῶν καὶ πολλάκις θέλων ἀποθανεῖν οὐκ ἐτύγχανε ταύτης τῆς φιλανθρωπίας, ἀλλὰ μόγις τεταλαιπωρηκὼς ἤδη τῷ σώματι ταύτης μετέσχε τῆς δωρεᾶς. μετὰ στρατηγοὺς δουλεύσεις, Δημόσθενες, μετὰ τοὺς καλῶς ναυμαχήσαντας.