λαμβάνετε τὸν μετὰ ταῦτα προπηλακισμὸν τῷ λογισμῷ. οὐ πάσας μὲν βασάνους εἰκός ἐστιν ὑποστήσεσθαι τὸν Ἀθηναίων δημαγωγόν; ταῦτα ἀνθρώπινα καὶ οἰστὰ Δημοσθένει, ἐκεῖνο δὲ πάντων χαλεπώτατον, ἂν Φίλιππον ἐπαινεῖν ἀναγκασθῇ καὶ σεμνύνειν Μακεδόνας εἰς ἀπολογίαν ἁμαρτημάτων.