ὄψεται Φίλιππος αὐτὸν οὐκ οἰκέτου σχῆμα ἔχοντα, τοῦτο γὰρ οἰστὸν <ἂν> ἦν, ἀλλ’ αἰχμαλώτου καὶ ἐρεῖ· σὺ μὲν ἐλευθέραν τὴν πόλιν τῶν Ἀθη- ναίων ἐφύλαξας, ἐκεῖνοι δέ σε ὧς κακουργό- τατὸν τῶν οἰκετῶν πιπράσκουσιν. ἔδει σε μιμή- σασθαι Φιλοκράτην, ἔδει σε μιμήσασθαι Δη- μάδην. ἦς ἂν ἐλεύθερος καὶ Φιλίππου φίλος. νῦν δὲ ταῦτα ἐπίχειρά σοι τῆς ἔχθρας τῆς πρὸς ἡμᾶς, καταδίκη καὶ δουλεία καὶ πρᾶσις καὶ τοῖς ἐχθροῖς ἔκδοσις. δούλευε αὐτὸς ἀντ’ Ἀθη- ναίων. ἐκείνους γὰρ οὐκ εἴασας ταύτης τῆς δυστυχίας μετασχεῖν. λαμβάνετε τὸν μετὰ ταῦτα προπηλακισμὸν τῷ λογισμῷ. οὐ πάσας μὲν βασάνους εἰκός ἐστιν ὑποστήσεσθαι τὸν Ἀθηναίων δημαγωγόν; ταῦτα ἀνθρώπινα καὶ οἰστὰ Δημοσθένει, ἐκεῖνο δὲ πάντων χαλεπώτατον, ἂν Φίλιππον ἐπαινεῖν ἀναγκασθῇ καὶ σεμνύνειν Μακεδόνας εἰς ἀπολογίαν ἁμαρτημάτων.