οὐδέν τι δεινόν, ἂν παρὰ τῶν οἰκετῶν τὰ μάλιστα συνοίσοντα τῇ πα- τρίδι μανθάνωσιν. ἐμοὶ δὲ δοκεῖ καὶ πάντων ἀτοπώ- τατον εἶναι τοῖς πολεμίοις τοιούτους συμβούλους προίεσθαι. δοῦλος, ἀλλ’ εὔνους. δοῦλος, ἀλλὰ λέγειν ἱκανώτατος. δοῦλος, ἀλλὰ παρρησίαν ἔχει τῶν ἐλευθέ- ρων μείζονα. ἐπιπλήξει τοῖς δεσπόταις, νουθετήσει, σωφρονίζειν ὑμᾶς καὶ παρὰ τὴν δουλείαν πειράσει.