οὐδέν τι δεινόν, ἂν παρὰ τῶν οἰκετῶν τὰ μάλιστα συνοίσοντα τῇ πα- τρίδι μανθάνωσιν. ἐμοὶ δὲ δοκεῖ καὶ πάντων ἀτοπώ- τατον εἶναι τοῖς πολεμίοις τοιούτους συμβούλους προίεσθαι. δοῦλος, ἀλλ’ εὔνους. δοῦλος, ἀλλὰ λέγειν ἱκανώτατος. δοῦλος, ἀλλὰ παρρησίαν ἔχει τῶν ἐλευθέ- ρων μείζονα. ἐπιπλήξει τοῖς δεσπόταις, νουθετήσει, σωφρονίζειν ὑμᾶς καὶ παρὰ τὴν δουλείαν πειράσει. ταῦτα πολλάκις <ἐπεῖ> οὐ τὸ ἐμὲ δοῦλον δεινόν έστιν, ἀλλ’ ἐκεῖνο δεινὸν ὧς ἀληθῶς δῆμον ἐκ προγόνων ἐλεύθερον, δῆ- μον αὐτόχθονα, ἄρχειν εἰωθότα, ἡγεμόνα δε- δειγμένον, ναυμαχίας ναυμαχήσαντα πολλάς, <πολλὰς> πεζομαχίας πεζομαχήσαντα, μέγαν γενόμενον, πιστὸν τοῖς Ἕλλησι γενόμενον σύμμαχον, φοβερὸν τοῖς βαρβάροις πολέμιον, τοῦτον ἀποστῆναι τῆς ἐλευθερίας Μακεδόσι. μὴ περιίδητε Δημοσθένη ξενίας ἁλόντα μηδὲ ὠνητὴν Φίλιππον γενόμενον δημαγωγοῦ πα- λαιοῦ.