δημεύετε πολλάκις ὑμεῖς οὐσίας τῶν κατα- δίκων, ἀλλ’ ἔνεστιν ὠνήσασθαι τῷ δήμῳ τὰ κτήματα. ὥσπερ οὖν ἐπ’ ἐκείνῳ δέδωκεν ὁ νόμος κύριον γε- νέσθαι τὸν δῆμον τῶν δημευομένων κτημάτων, οὕτω καὶ τοῦτο συγκεχώρηκεν, ἐπὰν δημόσιον εἶναί τις γράφῃ τὸν ξενίας ἑαλωκότα.