Φίλιππος μὲν οὖν οὐδὲν διαπράττεται θαυμαστὸν τὸν ἐχθρὸν ὠνήσασθαι προαιρούμενος, ὑμῖν δ’ αἴσχιστόν ἐστι προέσθαι δοῦ- λον ἐσόμενον τὸν κατὰ πολὺ σεμνότερον | τῶν R IV 324 ἐλευθέρων καὶ οὐδὲ παρὰ τὸν τῆς δουλείας καιρὸν πεπαυμένον τῆς εἰς τὸν δῆμον εὐνοίας, ἀλλὰ μένοντα καὶ παρὰ τὰς συμφορὰς ἐν τῷ τῶν ἐλευθέρων σχήματι. Δημοσθένης μὲν οὖν οὕτως ἔχει μεγαλοφροσύνης ὥστε, κἂν ἀποκτείνειν αὐτὸν ἐθέλητε καὶ τιμᾶν αὺτῷ τῶν ἐσχάτων, ἕτοιμός ἐστιν ὑπομένειν. ἀλλὰ χρὴ πρὸς τὸ συμφέρον ὑμᾶς ἐκλογίζεσθαι. τῷ μὲν γὰρ δοκεῖν δοῦλον ἀποδώσεσθε, ἔργῳ δὲ τὴν ἐλευθερίαν τὴν κοι- νὴν μετὰ Δημοσθένους Φιλίππῳ προήσεσθε.