ἑάλω Μιλτιάδης, ἑάλω, ἀλλ’ ἐν Ἀθήναις ἔδωκε δίκην. ἐζημιοῦτο Περικλῆς, ἀλλ’ οὐ Λακεδαιμονίοις ἐξέτισε τὰ χρήματα. σὺ δὲ τοῖς ἐχθροῖς παραδίδως. ξένος Δημοσθένης, οἶ δὲ ὑπὸ τῇ Καδμείᾳ πεσόντες οὐκ ἦσαν ξένοι; ἀλλ’ ἐθάπτοντο ὑφ’ ἡμῶν. εἶτα ἀποθανόντας μὲν τοὺς ξένους οἰκτεί- ρομεν, ζῶντας δὲ οὐκ ἐλεήσομεν; ἧκόν ποτε φυγάδες πρὸς ἡμᾶς Ἡρακλέους ἔγγονοι καὶ τῆς πατρῴας εὐερ- γεσίας ἐκομίσαντο τὸν μισθόν, ἀνέλαβον τὴν ἀρχὴν τὴν πατρῴαν εὔνοιαν διηγούμενοι. οὗτος δ’ οὐκ ἀλλο- τρίοις, ἀλλ’ οἰκείοις θαρρῶν κατορθώμασιν ἐκπεσεῖται R IV 329 τῶν᾿ Αθηνῶν ἐπ’ ἐξαγωγῇ | πωλούμενος;