τοῦτο μέτρον εἶναι χρὴ τῶν πολιτευμάτων, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ οἶ τῶν δραμάτων ὑποκριταὶ συναρμόττονται τοῖς προσώποις καὶ στρατηγὸς καὶ τύραννός τις ἐξαίφνης ἐγένετο, οὕτω καὶ τὸν δημαγωγὸν τὸ τοῦ δήμου πρόσωπον φέρειν δεῖ πρὸς τὸ χρῆσθαι τῇ φωνῇ. ποῖός τις οὖν ὁ δῆμος οὗ τἀς ῥήσεις δεδιδάγμεθα; οὐκ εὐλαβὴς οὐδὲ ἄτολμος οὐδ’ ὅθεν μηδεὶς κίνδυνος ἐπιστήσεται, τούτοις ἐπιχειρῶν. εἰ γάρ, ὡς σὺ παρὰ τούτοις, οὕτως 1 cf. t. IV 245, 29 R 2 Thuc. II s 16; III 57,2 3 p. 217, 14 10 Dem. p. 460, 1; 617, 15 11 cf. p. 142, 19 sq. 1 ἀναβαίνων scripsi διαβαίνων Ma 2 πλὴν Ma sed ἢν in εἰν corr m 2 3 Κίμων scripsi τίμων Ma | οὐ cancellavi | προῆγεν scripsi cum Buechelero et Hertlino προσῆγεν Ma 10 ὑπέρ et καὶ inserui coll Dem. 1. 1. om Ma 11 ζητῶ scripsi ζηλῶ Ma 11 et 12 ὅ τι scripsi ὅτι Πα 16 μέτρον scripsi μέτριον Ma ὁ δῆμος παρὰ τοῖς Ἕλλησιν ἐπολιτεύετο, οὐκ ἂν σε- μνότερος ἦν τῶν Μεγαρέων, ἔτι καὶ νῦν ἂν ὑπ’ Αἰγι- νητῶν ἐκ θαλάττης εἴργετο. νῦν δὲ παραβαλλόμενος καὶ διαποντίους ἀναιρούμενος πολέμους καίτοι μὴ πάντα νικῶν τοῖς κινδύνοις τὸ πρωτεῖον ἐκτήσατο. πᾶσα γῆ καὶ θάλαττα τοῦ δήμου τὰ δικαστήρια, ἐν οἶς βασιλεῖ μὲν τῶν Περσῶν περὶ τῆς Ἑλλάδος, ὕστερον δὲ καὶ τῆς Ἀσίας ἐδικάζετο, Λακεδαιμονίοις δὲ καὶ τὰ τελευταῖα Θηβαίοις περὶ τῆς ἡγεμονίας. τί- νᾶς ἀντιδίκους οὐκ ἐπεσπάσατο μηδεμίαν κατηγορίαν ἄλογον εὐλαβηθείς; καὶ γὰρ ὁμοίως ἐμοὶ κέκριται πολλάκις ἐν Λακεδαίμονι Κορινθίων κατηγορούντων. ἐν τοῖς Ἕλλησι πᾶσι πάλιν Θηβαίων συκοφαντούντων ἠνέχθη καὶ περὶ τῶν Ἀθηναίων τῆς πόλεως> ψῆφος περὶ ἐμοῦ, καὶ διαφυγοῦσα τὰς αἰτίας τὰς τιμὰς ἀπη- νέγκατο, τὴν αὐτονομίαν, τὰ τείχη, τὴν θάλατταν. καὶ γὰρ τῆς πολεμικῆς δυνάμεως οὐ τὴν πεζικὴν εἴλετο, ᾗ πλέον ὑπάρχει τὸ βέβαιον εἰς ἀσφάλειαν, ἀλλὰ τοὺς ἐν τῇ θαλάττῃ κινδύνους, ὡς τῶν μειζόνων ἐν τῷ κατ- ὀρθοῦν ἀγαθῶν αἰτίους. ὤνιοι γὰρ τῶν κινδύνων εἰσὶν αἱ τιμαὶ καὶ ἀνδρὶ καὶ δήμῳ. H. XII 221