οὐχ οἱ δειλοὶ καὶ τρέμοντες καὶ λαγὼ βίον ὡς ἀληθῶς ζῶντες τὰ τρόπαια ἱστᾶσιν οὐδὲ τὰ κοινὰ ὀρθοῦσιν οὐδὲ δωρεῶν τυγχάνουσι, καὶ ταῦτα ἐν Ἀθήναις. εἰ μὲν γὰρ Φλιασίοις ἢ Με- γαρεῦσι συνεβούλευον, αὐτός τε οὐδὲν ἂν ἐτόλμων μέγα καὶ τοὺς πολίτας τῇ τύχῃ τὴν γνώμην μετρεῖν ἠξίουν, Ἀθηναίων δέ τις ἀξιωθεὶς προστατεῖν ἐπὶ 1 Dem. p. 331, 2. Luc. pro imag. § 19; Her. § 8 | Lib. t. IV 292, 15 R. Paus. VI 10, 1; 5, 1 2 Paus. VI 10, 1 8 Plat. leg. XII p. 845 C 9 Plat. leg. VII p. 807 C 10 cf. t. V 220, 1 11 cf. p. 122, 6 15 cf. p. 118, 1 17 cf. p. 119, 11 1 ὀ(1) inserui om Ma | σκοτισαῖος Ma sed ι(1) in ὒ corr m 2 | οὐ et 3 καθεστᾶσιν; Buecheler 2 ὠνημένοι Ma | χαλκοῖ ἑστᾶσιν; scripsi καθεστᾶσιν. Ma 10 μόνον scripsi ὅσον Ma 12 νόμοι συμφέροντες scripsi coll. t. II 301,2. Dem. p. 328, 20 νόμοις συμφέροντα Ma sed ὄντα incertum | πόροι scripsi coll t. IV 246,5 R. Dem. p. 328,19 ’π’ cum quatuor litteris quae ne sulfurato quidem liquore adhibito effulserunt 18 τυγχά- νουσιν Ma 22 προστατεῖν scripsi coll p. 173,4 προστάτης Ma ταὐτὸ βῆμα ἀναβαίνων, ἐφ’ οὗ Μιλτιάδης τὴν ἔξοδον ἐδημηγόρει καὶ Θεμιστοκλῆς πανοικησίᾳ πλεῖν ἐπολι- τεύετο καὶ Κίμων οὐ] προῆγεν ἄχρι Παμφυλίας καὶ Περικλῆς τὴν Ἀττικὴν ἐδίδου τοῖς Πελοποννησίοις, τηλικούτων διάδοχος ῥητόρων οὐ κληρονομήσει | H. XII 220 τὸ φρόνημα μετὰ τοῦ βήματος; ἀλλὰ τί πράξει; ὧς Κέφαλος, εὐλαβηθήσεται τοὺς βασκάνους καὶ τῶν αἰτιῶν τὰς σκιὰς φοβηθήσεται; μιμήσεται τὴν σὴν ἄνανδρον πολιτείαν; οὐκ ἐγώ. περὶ πρωτείων ἀεὶ πολι- τεύομαι. <ὑπὲρ> δόξης <καὶ> ἡγεμονίας οὐδένα κίνδυνον ἐξίσταμαι. διὰ τοῦτ’ ἀεὶ κρίνομαι, οὐ ζητῶ γὰρ ὅ τι λεχθὲν οὐχ ἕξεὰ κατηγορίαν, ἀλλ’ ὅ τι πᾶσαν αὐξήσει τὴν πόλιν καὶ ποιήσει φθονεῖσθαι τὸν μὲν δῆμον παρὰ τοῖς Ἕλλησι, παρὰ δὲ ὑμῖν ἐμέ, οὐ πρὸς ἐμαυτὸν σκοπῶν τὰ λεκτέα καὶ τὰ μή, πρὸς δὲ τὸ κοινὸν τῶν Ἀθηναίων ἀξίωμα.