οὐ τοίνυν μόνον αἶ τοῦ σώματος εὐεξίαι τῶν ἀνεξετάστων αἶ κεκριμέναι κρείττους, ὁ αὐτὸς δ’ ἐπὶ πάντων λόγος· οὐδὲν τιμιώτερον ὅ μὴ συνεξητάσθη τοῦ οὐκ εἰκῆ δοκιμαστοῦ. οὐδὲ χρυσὸς ἀβασάνιστος ἐντιμότερος τοῦ πυρὶ κριθέντος οὐδὲ παρὰ τοῖς βαρ- βάροις, ἀλλὰ χρυσὸς μὲν ἐν πυρί, ἀνθρώπου δὲ τρόπος ἐν δικαστηρίῳ βασανίζεται. τοῦτο δοκίμιον ἐφ’ ἑκά- στου, ἄλλως τε καὶ ῥήτορος. ἐξ οὗπερ ἐγὼ μὲν ἀκήρα- τος ἐξέβην ἀεί, σὺ δὲ οὐδὲ δόκιμος εἷ· οὐδὲ νόμισμα νόμιμον, ὁ μὴ πολλάκις ἔστρεψαν <οἱ> ὥσπερ οὑμὸς | βίος ἄνω καὶ κάτω στρεφόμενος H. XII 218 1 cf. p. 138, 14 9 Plat. leg. IX p. 853 D 14 Plat. rep. III p. 414 A; VI p. 503 A 19 [Plat.] de virt. p. 378 E 20 Dem. p. 543,29. Plat. Lach. p. 196 B 1 φής Ma φῆς Ρ 2 ἐνεῖδόν scripsi ἀνεῖδον MaP 4 τοιοῦτον scripsi τοιούτου MaP | οἷον Ma 6 ἀπέδυσας scripsi auctore Cobeto ἀπέδυσαι MaP sed in hoc in ἀποδέ- δῦσαι corr m 2 9 νοσοῦντες scripsi auctore Gasda om MaP 12 συνεξητάσθη scripsi συνεξετάσει Ρ σὺν ἐξετάσει Ma 13 οὐκ εἰκῆ δοκιμαστοῦ scripsi εἰκῆ καὶ ἀδοκιμάστου Ma εἰκῆ καὶ ἀδοκίμου Ρ 13 et 18 οὐδὲ scripsi οὔτε ΜαΡ 19 οἱ inserui om MaP 20 voce οὑμὸς desinit Ρ fol 313 v cuius in margine inferiore custodum loco verba καὶ κάτω scripta sunt quae sequuntur usque ad p. 184, 8 τὸ ἀνάδημα desunt uno folio amisso | καὶ bis Ma μετὰ τῶν ψήφων ἀριθμούμενος καθαρὸν ἠχεῖ πανταχοῦ, τὸν δὲ σὸν οὐδ’ εἴ τις ὑπόχαλκος ἢ κίβδηλός ἐστιν οὐκ ἄν τις ἰσχυρίσαιτο. προέλθω δέ, εἰ βούλει, καὶ ἐπὶ τὰ μείζω παραδείγματα. αὕτη καὶ τείχους ἰσχύς, οὐχ ᾧ μηδεὶς προσήγαγε πολέμιος, ἀλλ’ ὃ πολλὰς καὶ στρατιωτῶν καὶ μηχανημάτων προσβολὰς ἀπεκρού- σατο, ὥσπερ οὑμὸς βίος πανταχόθεν προσαγόντων τῶν ὑπορυττόντων διαβολαῖς καὶ κακοηθείαις ἐστὶν ὀρθός. καὶ πλόιμος οὐκ ἐν γαλήνῃ δείκνυται. σὺ μὲν οὖν ἀπείρατος κινδύνου πολιτικοῦ καταστὰς ἄπλους, ἐγὼ δὲ πολλοὺς συκοφαντῶν ὑπέμεινα πολέμους καὶ κινδύ- νους καὶ ῥήτορας κατ’ ἐμοῦ πνέοντας ἤνεγκα.