πάνυ γοῦν εὐμε- ταχείριστοι πρὸς ἀπάτην Ἀθηναῖοι. Μιλτιάδου μὲν οὐκ ἐφείσασθε τοῦ τὴν ἐν Μαραθῶνι μάχην νενικη- κότος ἀνδρὸς <καὶ> δουλείας Μηδικῆς τὴν 4 cf. p. 134,11 10 Dem. p. 682,12 11 cf. p. 173,8; t. IV 133, 4 22 cf. p. 126, 2 4 ὅσοι Hertlein at cf. p. 134, 11 7 ἡμᾶς Ρ 8 ἂν in- serui om MaP 13 δὲ φωρᾷ scripsi auctore Cobeto δ’ ἐφορᾷ MaP 15 δὲ] μὲν γὰρ Ma 16 καὶ ante οἱ MaP delevi cum Hertlino 20 λέγοντες post καὶ olim inserui, ex- pellendum censuit Hertlinus cf. p. 123,5; 172,17 24 καὶ in- serui om ΜαΡ λύσαντος. ἐδήσατε χεῖρας ἐκείνας ἃς ἐξέτεινε μετὰ τῶν παραγγελμάτων καὶ πόδας ὑπὲρ τῶν Ἀθηναίων δραμόντας, καὶ πρότερον ἐν τοῖς δεσμοῖς ἀπέθανε πρὶν λύσεως ἔτυχε. καὶ Θεμιστοκλῆς ἔφυγεν εἰς Πέρσας ἢν ὁδὸν ἐξήλασε βασιλέα. καὶ Λακεδαιμονίους μὲν ἐξη- πάτησε τοὺς δεινούς, καὶ πάντας ἀνθρώπους παρήγαγε ῥᾳδίως· πρὸς δὲ | τὸ δικαστήριον οὐδὲν ἔργον H. IX 44 αὐτῷ τῆς συνέσεως ἴσχυσεν. οὐκ ἔτυχε συγγνώμης οὐ μετ’ Εὔβοιαν Περικλῆς, οὐ μετὰ Ναύπακτον Φορμίων, οὐ μετὰ Λέσβον Πάχης, οὐ μετὰ Ἀργινούσας οἱ δέκα, ὧν ἐπὶ μιᾶς ἡμέρας θάνατον κατεψηφίσασθε. οὐ Σω- κράτης παρήγαγε τῷ λόγῳ τοὺς δικάζοντας, οὐ Θρασύ- βουλος ὁ ἀποδοὺς τὴν δημοκρατίαν καὶ τὰ δικαστή- ρια, οὐ τὰ τελευταῖα, Καλλίστρατος, ὅν ὑπερβάλλοντα δεινότητι τοὺς ῥήτορας αὐτοῖς λόγοις φυγάδα ἀπεστεί- λατε. ὧν καὶ Κέφαλος ἐνίων ἐμέμνητο, ὥσπερ οὐχ ὑπὲρ ἐμοῦ σεμνολογούμενος.