καὶ τὰς ἐν ὑμῖν κρίσεις ὑπομεῖναι μὲν οὐδεὶς ἂν ἐθελή- σειεν οὐκ εἰδὼς εἰ διαφεύξεται· εἰ δὲ θεῶν τις ἐγ- γυήσαιτο τὴν νίκην, τίς οὐκ ἂν εὔξαιτο δεῖξαι χρηστὸς ὤν; πλὴν εἰ σύνοιδεν αὑτῷ τοιαῦτά τις ὥστε μόνην σωτηρίαν τὸ μὴ κριθῆναι δοκεῖν, ἐπεὶ τοῖς ἀδικοῦσι μὲν ἀγαθὸν ἀνελέγκτοις μένειν, τοῖς δὲ χρηστοῖς ἀτύχημα τὸ λανθάνειν, καὶ θαρροῦσιν οἱ μὲν τῷ συνειδότι καὶ ταῖς ἀποδείξεσιν, οἱ δὲ κακοῦργοι τῷ λανθάνειν. 42. Ἃ τοίνυν κακοήθως ὑπελάμβανεν ὡς ἐξαπα- ἐξαπατηθέντας ὑπ’ ἐμοῦ τοὺς δικαστάς, οὐκ ἐμοῦ τὴν κατη- γορίαν ἐποιεῖτο, ὑμᾶς δὲ διέβαλλεν, εἰ μὲν ἄκοντας ἐξα- πατηθῆναί φησιν, ὡς ἀνοήτους, εἰ | δὲ βουλομένους H. IX 43 χαρίζεσθαι ἀδίκως, <ὡς> ἐπιόρκους. οὐδὲν ὅ μὴ τῶν κακίστων ἁπλῶς αὐτοῦ λέγοντος ἠκούσατε. εἶτα παρὰ μὲν τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις ἄριστοι δικάζειν καὶ νομοθετεῖν πρὸ τοῦ πεπίστευσθε, Κέφαλος δὲ παρα- νοίας αἱρεῖ τὰ δικαστήρια, ἐν οἷς οὔτε διώκων ἡττηθεὶς 16 cf. p. 130, 21 24 Aesch. Ctes. p. 76, 41 | Dem. p. 642, 5 1 οὐ] καὶ Ma | βίου scripsi βίων MaP 3 τὶς MaP 5 τὰ delendum censet Hertlinus 11 ἐπεὶ scripsi ἔτι MaP 20 Χαρίζεσθαι ἀδίκως, scripsi χαρίζεσθαι, ἀδίκους Ma Ρ χαρίζεσθαι ἀδίκως Cobet 21 καὶ ante λέγοντος MaP delevi ante οὐδὲν collocandum censet Gasda 22 ἄριστα olim scripsi 23 πρὸ τοῦ scripsi τούτου MaP sed in hoc τοῦτο suprascr m 2 | πεπίστευσθε scripsi πεπίστευθε Ma πε- πίστευτε Ρ οὔτε φεύγων ἁλοὺς οὐδεὶς ᾐτιάσατο τὰ ἐγνωσμένα. καὶ οἱ μὲν ἑλεῖν οὐ δυνηθέντες σιωπῶσιν, οὗτος δὲ ὑπὲρ ὧν ἕτεροι γραψάμενοί με ἡττῶντο ἀγανακτεῖ. καί, ὡς ἔοικε, θεοὶ μὲν ἡττηθέντες ἔστερξαν αὐτίκα τὰς ψήφους, Κεφάλῳ δὲ μόνῳ δοκεῖτε τὰ δίκαια μὴ δι- αιρεῖν ἀκριβῶς, κἂν μὴ δῶτε τὴν δωρεὰν ἐκ δικαστη- ρίου, φησὶν ὑμᾶς δικάζειν κακῶς. εἰ μὲν οὖν ἅπαξ ἢ δὶς ἐξέφυγον τά ἐγκλήματα, ὑπενόησέ τις <ἂν> ὑπῆλθον, ὡς ἐφενάκισα, ὡς ἐλέῳ κατέλαβον τοὺς δι- καστάς· εἰ δέ, ὁσαχοῦ κέκριμαι, πανταχοῦ καὶ ἑκαστα- χοῦ νικῶ, καθαρὰ τῆς ἀρετῆς ἡ κρίσις. εἰς μὲν ἅπαξ καὶ παρ’ ἕνα καιρὸν ἰσχυρὸν ἀπάτη καὶ τέχνη, ὁ χρόνος δὲ φωρᾷ τὴν ἀλήθειαν. καὶ οὐδ’ ἂν οἱ πάν- των ἀνοητότατοι δὶς περὶ τὸν αὐτόν, οὐχ ὅπως Ἀθη- ναίοι, σφαλῆναι δύναιντ’ ἄν, ἐμοὶ δὲ καὶ φιλονεικό- τερον προσεφέροντο τῷ πολλάκις ἤδη κεκρατηκέναι, οἱ κατήγοροι μὲν ἀναμάχεσθαι πειρώμενοι καὶ μόνος λέγοντες ἡμᾶς οὗτος ἀεὶ διαφεύξεται; οἱ δικασταὶ δὲ παρατεταγμένοι πρὸς τοὺς λόγους τοὺς ἐμοὺς καὶ μέχρι τίνος τοῦτον ἀφήσομεν; ἀλλ’ οὐδὲ σκιὰν εὗρον αἰτίας εἰς ἐμέ. πάνυ γοῦν εὐμε- ταχείριστοι πρὸς ἀπάτην Ἀθηναῖοι. Μιλτιάδου μὲν οὐκ ἐφείσασθε τοῦ τὴν ἐν Μαραθῶνι μάχην νενικη- κότος ἀνδρὸς <καὶ> δουλείας Μηδικῆς τὴν 4 cf. p. 134,11 10 Dem. p. 682,12 11 cf. p. 173,8; t. IV 133, 4 22 cf. p. 126, 2 4 ὅσοι Hertlein at cf. p. 134, 11 7 ἡμᾶς Ρ 8 ἂν in- serui om MaP 13 δὲ φωρᾷ scripsi auctore Cobeto δ’ ἐφορᾷ MaP 15 δὲ] μὲν γὰρ Ma 16 καὶ ante οἱ MaP delevi cum Hertlino 20 λέγοντες post καὶ olim inserui, ex- pellendum censuit Hertlinus cf. p. 123,5; 172,17 24 καὶ in- serui om ΜαΡ λύσαντος. ἐδήσατε χεῖρας ἐκείνας ἃς ἐξέτεινε μετὰ τῶν παραγγελμάτων καὶ πόδας ὑπὲρ τῶν Ἀθηναίων δραμόντας, καὶ πρότερον ἐν τοῖς δεσμοῖς ἀπέθανε πρὶν λύσεως ἔτυχε. καὶ Θεμιστοκλῆς ἔφυγεν εἰς Πέρσας ἢν ὁδὸν ἐξήλασε βασιλέα. καὶ Λακεδαιμονίους μὲν ἐξη- πάτησε τοὺς δεινούς, καὶ πάντας ἀνθρώπους παρήγαγε ῥᾳδίως· πρὸς δὲ | τὸ δικαστήριον οὐδὲν ἔργον H. IX 44 αὐτῷ τῆς συνέσεως ἴσχυσεν. οὐκ ἔτυχε συγγνώμης οὐ μετ’ Εὔβοιαν Περικλῆς, οὐ μετὰ Ναύπακτον Φορμίων, οὐ μετὰ Λέσβον Πάχης, οὐ μετὰ Ἀργινούσας οἱ δέκα, ὧν ἐπὶ μιᾶς ἡμέρας θάνατον κατεψηφίσασθε. οὐ Σω- κράτης παρήγαγε τῷ λόγῳ τοὺς δικάζοντας, οὐ Θρασύ- βουλος ὁ ἀποδοὺς τὴν δημοκρατίαν καὶ τὰ δικαστή- ρια, οὐ τὰ τελευταῖα, Καλλίστρατος, ὅν ὑπερβάλλοντα δεινότητι τοὺς ῥήτορας αὐτοῖς λόγοις φυγάδα ἀπεστεί- λατε. ὧν καὶ Κέφαλος ἐνίων ἐμέμνητο, ὥσπερ οὐχ ὑπὲρ ἐμοῦ σεμνολογούμενος. εἶτα τοῖς ἀρίστοις μέν, καθ’ ὅν ἦν χρόνον αὐτῶν ἕκαστος, εἰ καὶ ἥμαρτον, ἐκ μεταβολῆς ἰσχυροτέραν ἐποιεῖσθε τὴν ὀργὴν τὴν ἐπὶ τοῖς καινοῖς ἐγκλήμασι τῆς μνήμης τῶν προκατωρθωạένων, καὶ τούτους οὐ ναυμαχίας λέγον- τας οὐ πεζομαχίας, οὐ τρόπαια δεικνύντας ἐσώσατε, καὶ 2 cf. t. V 515, 17 3 cf. t. V 104, 4 4 cf. t. V 72, 2 sq.; 104, 5 9 Thuc. | 114 | Thuc. II 102 10 cf. Thuc. III 27 sq. | t. V 134, 2 13 cf. p. 126, 3 14 Dem. p. 436, 13. 742, 23. cf. Herm. IX 70 16 cf. p. 126, 2 sq. 1 ἐδήσατε Ma sed ἑ in ras m 2 | τὰς ante χεῖρας inseren- dum censet Hertlinus 2 παραγγελμάτων scripsi ἀπαγγελμk- των MaP | πόδας <τοὺς> 3 ἀπέθανεν Ma 6 scripsi περιήγαγε MaP 8 ἴσυσεν delendum censet παρήγαγε 10 ἀργιννούσας MaP 13 ’ξ ἀποδοὺς scripsi cum Hertlino et Cobeto ὁ δοὺς Ma ὀδοὺς Ρ 20 καινοῖς scripsi κοινοῖς Ma Ρ 22 οὐ(2)] καὶ Ma | δεικνύντες Ρ sed ε (2) in α corr m 2 ταῦτα ἅπαξ ἕκαστον ὑπὸ τῇ ψήφῳ λαβόντες, εἰκότως, οὐ γὰρ ἡμιτελῆ τὴν ἀρετὴν ἀξιοῦτε παρασχέσθαι τοὺς ἐπαινουμένους οὐδὲ τῇ δόξῃ τῆς δικαιοσύνης εἰς ἐξου- σίαν ἀδικίας χρῆσθαι· ἐμοὶ δ’ ἂν τοσαύτας γραφὰς ἐχαρίσασθε; τίνα πειθὼ καὶ σειρῆνα καινὴν ἀνευρόντι ᾗ κατέθελξα δικάζοντας ὑμᾶς μόνος ἐγρηγορότας ἀεί, προνοοῦντας τὰ λεχθησόμενα, πολλὰ καὶ τῶν οὐκ εἰρη- μένων τῇ κατηγορίᾳ κατατιθέντας, οὔτε συνετώτερος ἐγὼ Θεμιστοκλέους οὔτε πιθανώτερος Περικλέους οὔτε σοφώτερος Σωκράτους οὔτε δεινότερος Καλλιστράτου, ὧν ἀπάντων ἐκρατήσατε.