ἔτι τοίνυν ὅ μὲν οὗτος αὐχεῖ, τὸ ἀναίτιον ἐμοὶ μᾶλλον ἢ τούτῳ πρόσεστιν. ὁ μὲν γὰρ ἐκφυγὼν τὰ ἐγκλήματα εἰς ἴσον τῷ μηδὲ κατηγορηθέντι τὴν ἀρχὴν ἐπανέρχεται. καὶ καθαρῶς οὗτος ἀναίτιος ὅστις ἠλευθέ- ρωται τῶν αἰτιῶν ὑπὸ τοῦ δικαστηρίου, τὸν δὲ οὐ κατηγορηθέντα ἄκριτον, οὐκ ἀναίτιον εἴποι τις ἂν οὐδ’ ἀνεύθυνον, ἀλλ’ ὑπεύθυνον ἐπὶ παντὸς βίου. ὅπου γ’ οὖν, ἐφ’ ᾧ μὲν οὗτος ἀγάλλεται, τὸ δοκεῖν αἰτίας ἀπάσης ἐκτὸς εἶναι, τούτῳ μὲν ἄδηλον εἰ καί τινος αἰτίας ὑπούσης οὐ τετύχηκε κατηγόρου, ἐμοὶ δὲ κρίσεσι πολλαῖς κεκύρωται, τὸ δὲ κριθέντα ἐκφυγεῖν τούτῳ μὲν οὐκ ἔστιν εἰπεῖν οὐδ’ ἅπαξ, ἐμοὶ δὲ καὶ πολλάκις, ᾧ δὴ τὸ συναμφότερον, οὐχ ᾧ θάτερον ὑπάρχει, τούτῳ προσήκει κρατεῖν. καὶ πότερον εὔξασθαι ἂν εἵλου μᾶλλον κρίνεσθαι καθ’ ἑκάστην ἡμέραν ἢ ἐν ἀδείᾳ δικῶν εἶναι; ἔστι δὲ τοῦτο μὲν εὐτυχία τὸ τοὺς συκοφάντας λαθεῖν οὐκ εἰς δόξαν οὐδὲ τιμῆς λόγον, πολλοῦ γε καὶ δεῖ, <εἰς> δὲ καὶ ῥᾳθυμίαν καὶ τὸ μὴ δεῖσαι, αἱ δωρεαὶ δὲ τῶν 1 cf. p. 134, 15 5 cf. t. V 546, 15 sq. 1 ἀλλήλους Ma πολλοὺς? cf. p. 134, 15 5 ὁ Ρ | οὕτως Ρ 7 ἶσον MaP | μὴ δὲ MaP 8 καθαρῶς δ᾿ olim scripsi ὅστις scripsi εἴτις MaP 9 ἀπὸ Ρ 12 ὅπου γ’ scripsi ὁπόταν MaP | οὕτως? | τὸ scripsi auctore Grasda MaP 14 ἅπας ὑπούσης Ρ εἰπούσης Ma 19 μᾶλλον scripsi κάλ- λιον εἷναι MaP | καθεκάστην Ρ 22 εἰς inserui auctore Hert- lino om MaP 23 δὲ(1)] γε Ρ ἐπιπόνων εἰσίν, οὐ μετὰ ῥᾳστώνης βίου, καὶ κινδύνων καὶ φόβου παραμυθία τοῖς ἐκφεύγουσιν, ἐπεὶ καὶ τοὺς πολεμικοὺς κινδύνους πρὶν γενέσθαι μὲν ἅπας τις ἂν ἀπεύξαιτο, γενομένων δὲ τιμῶνται οἱ κατορθοῦντες, καὶ τὰ πολλὰ φευκτὰ μὲν πρὸ τῆς πείρας διὰ τὴν ἄδηλον τύχην, ζηλωτὰ δέ, ὅταν κρατήσῃ τοῦ τέλους.