σὺ δὲ καὶ μέγα φρονεῖς σωθεὶς ἐρημίᾳ κατηγόρων, οὐ πίστει δικαιωμάτων, τοσοῦτον ἐμοῦ λειπόμενος ὅσον τοῦ δι’ ἀντιλογίας νενικηκότος ὁ ἐρήμην ἐνηνεγμένος. ὁ μὲν γὰρ οὐδενὸς φανέντος τοῦ κατηγορήσοντος ἀθῷος μένει, ἐγὼ δὲ καὶ τοὺς παρόντας ἤλεγξα συκοφάντας. καὶ τὰς πλείους μὲν ψήφους ὁ νόμος κελεύει νικᾶν, ὅν αὐτὸς ἄρτι παρείχετο, αὐτὸς δὲ μηδεμιᾶς τυχὼν ψήφου φιλο- νεικεῖ τῷ πάσας παρειληφότι καὶ πλείους σχεδὸν τῶν οἰκούντων τὴν πόλιν, εἴγε καὶ δὶς οἱ αὐτοὶ περὶ ἐμοῦ καὶ τρὶς ἐψηφίσαντο. ἐγὼ μὲν οὖν εἰ καὶ ἴσας πρὸς ἴσας <τὰς μὲν> ἐνίκων, τὰς δὲ ἐνικώμην, ἀντίπαλος τᾷ μήτε ἡττημένῳ μήτε νενικηκότι ἴσως τῆς ἐπ’ ἄμφω μετασχὼν τύχης πρὸς τὸν οὐδετέρας πεπειραμένον· νῦν δὲ τὸ μὲν οὐδέποτε ἡττῆσθαι [καὶ] ἐμοὶ περίεστι, τούτῳ δὲ ὅπερ ἐμοὶ πολλάκις οὐδ’ ἅπαξ ὑπῆρξε, τὸ νενικηκέναι. οὐδὲ γὰρ αἰτιαθῆναί φησι. τοῦτο μὲν δὴ καὶ τῶν ἰδιωτῶν πολλοῖς ἄν τις ἴδοι συμβεβηκός. αὐτίκα οἱ κατὰ δήμους οἰκοῦντες οὐδὲ εἶδον ἔνιοι τὸ δικαστήριον καὶ οὐ κατίασιν ἐκ τῶν ἀγρῶν αἰτήσοντες γέρας τοῦ λαθραίου βίου. γραφὰς δὲ ὀλίγας φυγὼν πάσας ἀπέφυγέ τις, ὅς οὐδ’ ἐν μέρει τὰ μὲν ἐνίκα, τὰ δὲ ἡττᾶτο; 8 cf. p. 129, 12 12 Thuc. II 61, 3 19 cf. t. III 267, 11 21 sq. cf. Arist. nub. 167 cum nota Kockii 1 ἡ inserui e Ma om Ρ 3 ἀντιλογίας Ρ sed ἃς in ου corr ἀντιλογίαν Ma 4 ὁ inserui om MaP | ἐπῃνημένος Gasda 5 ἀθῷος MaP | κατηγορήσοντος scripsi κατηγορήσαν- τος MaP 9 παρειληφότι scripsi προειληφότι MaP 12 τἀς μὲν inserui om MaP | τας P 13 μήτε (1) scripsi μὴ δὲ MaP 14 οὐδ’ ἑτέρας Ma 15 ἡ(??)ῆσθαι Ma | καὶ cancellavi ἐμοὶ καὶ olim scripsi κἀμοὶ Hertlein ἐμοὶ καὶ olim scripsi 16 οὐχ Ma 22 ἀπέφυγέ τις scripsi ἀπέφυγε τίς MaP ἀπέφυγε τίς; Heine | οὐδ’ scripsi οὐκ MaP 24 τὰ Ρ 38. Εἰ δέ γε τῶν ἐξαιρέτων καὶ ἃ πρὸς ἄλλους οὐκ ἔστι κοινὰ τὰς δωρεὰς εἶναί φησιν, ἡ τούτου μὲν ἀπραγ- H. IX 42 μοσύνη τοῖς πλείοσιν ὑπάρχει καὶ πᾶσιν | ὀλίγου δεῖν, τὸ δ’ ἐμὸν καλὸν οὐκ οἶδα ὅτῳ πλὴν ἐμοῦ.