οὕτω δὲ κρατοῦντος ἀκριβείᾳ πολὺ τοῦ δικαστηρίου ἐγὼ μὲν διὰ πάντων ἐλήλυθα τῶν συνεδρίων, καὶ γὰρ τὴν βουλὴν οὐχ ἧττον πέ- πεικα Κεφάλου, καὶ ὁ δῆμος ἐπεχειροτόνησεν ἅμα καὶ πλείω ψηφίσματα, καὶ τὸ τρίτον δὴ πάλαισμα, γραφεὶς παρανόμων ἐπὶ πάσαις ταῖς γνώμαις ὑμᾶς ἔπεισα τοὺς τῶν ὅλων κυρίους· τούτῳ δὲ ἀτελὴς ἡ πολιτεία <ἐν> τῷ κυριωτάτῳ μέρει. τῆς ἐξετάσεως γὰρ ἀπάσης τέλος ἡ 3 Luc. Prom. 12 11 Andoc. myst. ’ξ 31. cf. M. Fraenkel Herm. XIII 452 sq. 1 καθεκάστην MaP 2 τινα scripsi e Ma cum Hertlino τινας Ρ τινος Gasda 3 post εἰσφέρειν et 4 πέπεικας punc- tum posui, signum interrogationis MaP 4 γὰρ scripsi γε MaP 5 δευτέραν Ρ | διαχειροτονία scripsi e Ma διὰ χειρο- τονίας Ρ 9 εἰκότως. om Ma 12 ἀρχὴν ὀργὴν 16 γνωμην Ρ 23 <ἐν> inserui om MaP ψῆφος ἡ τοῦ δικαστηρίου. σὺ δὲ καὶ μέγα φρονεῖς σωθεὶς ἐρημίᾳ κατηγόρων, οὐ πίστει δικαιωμάτων, τοσοῦτον ἐμοῦ λειπόμενος ὅσον τοῦ δι’ ἀντιλογίας νενικηκότος ὁ ἐρήμην ἐνηνεγμένος. ὁ μὲν γὰρ οὐδενὸς φανέντος τοῦ κατηγορήσοντος ἀθῷος μένει, ἐγὼ δὲ καὶ τοὺς παρόντας ἤλεγξα συκοφάντας. καὶ τὰς πλείους μὲν ψήφους ὁ νόμος κελεύει νικᾶν, ὅν αὐτὸς ἄρτι παρείχετο, αὐτὸς δὲ μηδεμιᾶς τυχὼν ψήφου φιλο- νεικεῖ τῷ πάσας παρειληφότι καὶ πλείους σχεδὸν τῶν οἰκούντων τὴν πόλιν, εἴγε καὶ δὶς οἱ αὐτοὶ περὶ ἐμοῦ καὶ τρὶς ἐψηφίσαντο. ἐγὼ μὲν οὖν εἰ καὶ ἴσας πρὸς ἴσας <τὰς μὲν> ἐνίκων, τὰς δὲ ἐνικώμην, ἀντίπαλος τᾷ μήτε ἡττημένῳ μήτε νενικηκότι ἴσως τῆς ἐπ’ ἄμφω μετασχὼν τύχης πρὸς τὸν οὐδετέρας πεπειραμένον· νῦν δὲ τὸ μὲν οὐδέποτε ἡττῆσθαι [καὶ] ἐμοὶ περίεστι, τούτῳ δὲ ὅπερ ἐμοὶ πολλάκις οὐδ’ ἅπαξ ὑπῆρξε, τὸ νενικηκέναι. οὐδὲ γὰρ αἰτιαθῆναί φησι. τοῦτο μὲν δὴ καὶ τῶν ἰδιωτῶν πολλοῖς ἄν τις ἴδοι συμβεβηκός. αὐτίκα οἱ κατὰ δήμους οἰκοῦντες οὐδὲ εἶδον ἔνιοι τὸ δικαστήριον καὶ οὐ κατίασιν ἐκ τῶν ἀγρῶν αἰτήσοντες γέρας τοῦ λαθραίου βίου. γραφὰς δὲ ὀλίγας φυγὼν πάσας ἀπέφυγέ τις, ὅς οὐδ’ ἐν μέρει τὰ μὲν ἐνίκα, τὰ δὲ ἡττᾶτο; 8 cf. p. 129, 12 12 Thuc. II 61, 3 19 cf. t. III 267, 11 21 sq. cf. Arist. nub. 167 cum nota Kockii 1 ἡ inserui e Ma om Ρ 3 ἀντιλογίας Ρ sed ἃς in ου corr ἀντιλογίαν Ma 4 ὁ inserui om MaP | ἐπῃνημένος Gasda 5 ἀθῷος MaP | κατηγορήσοντος scripsi κατηγορήσαν- τος MaP 9 παρειληφότι scripsi προειληφότι MaP 12 τἀς μὲν inserui om MaP | τας P 13 μήτε (1) scripsi μὴ δὲ MaP 14 οὐδ’ ἑτέρας Ma 15 ἡ(??)ῆσθαι Ma | καὶ cancellavi ἐμοὶ καὶ olim scripsi κἀμοὶ Hertlein ἐμοὶ καὶ olim scripsi 16 οὐχ Ma 22 ἀπέφυγέ τις scripsi ἀπέφυγε τίς MaP ἀπέφυγε τίς; Heine | οὐδ’ scripsi οὐκ MaP 24 τὰ Ρ 38. Εἰ δέ γε τῶν ἐξαιρέτων καὶ ἃ πρὸς ἄλλους οὐκ ἔστι κοινὰ τὰς δωρεὰς εἶναί φησιν, ἡ τούτου μὲν ἀπραγ- H. IX 42 μοσύνη τοῖς πλείοσιν ὑπάρχει καὶ πᾶσιν | ὀλίγου δεῖν, τὸ δ’ ἐμὸν καλὸν οὐκ οἶδα ὅτῳ πλὴν ἐμοῦ. ἔτι τοίνυν ὅ μὲν οὗτος αὐχεῖ, τὸ ἀναίτιον ἐμοὶ μᾶλλον ἢ τούτῳ πρόσεστιν. ὁ μὲν γὰρ ἐκφυγὼν τὰ ἐγκλήματα εἰς ἴσον τῷ μηδὲ κατηγορηθέντι τὴν ἀρχὴν ἐπανέρχεται. καὶ καθαρῶς οὗτος ἀναίτιος ὅστις ἠλευθέ- ρωται τῶν αἰτιῶν ὑπὸ τοῦ δικαστηρίου, τὸν δὲ οὐ κατηγορηθέντα ἄκριτον, οὐκ ἀναίτιον εἴποι τις ἂν οὐδ’ ἀνεύθυνον, ἀλλ’ ὑπεύθυνον ἐπὶ παντὸς βίου. ὅπου γ’ οὖν, ἐφ’ ᾧ μὲν οὗτος ἀγάλλεται, τὸ δοκεῖν αἰτίας ἀπάσης ἐκτὸς εἶναι, τούτῳ μὲν ἄδηλον εἰ καί τινος αἰτίας ὑπούσης οὐ τετύχηκε κατηγόρου, ἐμοὶ δὲ κρίσεσι πολλαῖς κεκύρωται, τὸ δὲ κριθέντα ἐκφυγεῖν τούτῳ μὲν οὐκ ἔστιν εἰπεῖν οὐδ’ ἅπαξ, ἐμοὶ δὲ καὶ πολλάκις, ᾧ δὴ τὸ συναμφότερον, οὐχ ᾧ θάτερον ὑπάρχει, τούτῳ προσήκει κρατεῖν. καὶ πότερον εὔξασθαι ἂν εἵλου μᾶλλον κρίνεσθαι καθ’ ἑκάστην ἡμέραν ἢ ἐν ἀδείᾳ δικῶν εἶναι; ἔστι δὲ τοῦτο μὲν εὐτυχία τὸ τοὺς συκοφάντας λαθεῖν οὐκ εἰς δόξαν οὐδὲ τιμῆς λόγον, πολλοῦ γε καὶ δεῖ, <εἰς> δὲ καὶ ῥᾳθυμίαν καὶ τὸ μὴ δεῖσαι, αἱ δωρεαὶ δὲ τῶν 1 cf. p. 134, 15 5 cf. t. V 546, 15 sq. 1 ἀλλήλους Ma πολλοὺς? cf. p. 134, 15 5 ὁ Ρ | οὕτως Ρ 7 ἶσον MaP | μὴ δὲ MaP 8 καθαρῶς δ᾿ olim scripsi ὅστις scripsi εἴτις MaP 9 ἀπὸ Ρ 12 ὅπου γ’ scripsi ὁπόταν MaP | οὕτως? | τὸ scripsi auctore Grasda MaP 14 ἅπας ὑπούσης Ρ εἰπούσης Ma 19 μᾶλλον scripsi κάλ- λιον εἷναι MaP | καθεκάστην Ρ 22 εἰς inserui auctore Hert- lino om MaP 23 δὲ(1)] γε Ρ ἐπιπόνων εἰσίν, οὐ μετὰ ῥᾳστώνης βίου, καὶ κινδύνων καὶ φόβου παραμυθία τοῖς ἐκφεύγουσιν, ἐπεὶ καὶ τοὺς πολεμικοὺς κινδύνους πρὶν γενέσθαι μὲν ἅπας τις ἂν ἀπεύξαιτο, γενομένων δὲ τιμῶνται οἱ κατορθοῦντες, καὶ τὰ πολλὰ φευκτὰ μὲν πρὸ τῆς πείρας διὰ τὴν ἄδηλον τύχην, ζηλωτὰ δέ, ὅταν κρατήσῃ τοῦ τέλους.