οὕτω δὲ καὶ τοῖς | νόμοις ἅπασι δοκεῖ μηδένα ἐᾶν ἄκριτον. καὶ H. IX 39 πρῶτον μὲν περὶ τοῦ γένους εἰς κρίσιν ἅπαντας τοὺς πολίτας ἄγουσι, καὶ οὓς οὐδεὶς ξενίας ἐγράψατο, κατὰ δήμους ποιοῦντες ἀγορὰς καὶ διαψηφίσεις, ὅστις ἀστὸς ἢ παρέγγραπτος. καὶ τὴν δοκιμασίαν ταύτην ὑπομέ- νοῦσι, κἂν εὐπατριδῶν τις ᾖ κἂν Ἐτεοβουτάδης κἂν Εὐμολπίδης κἂν ἐστρατηγηκώς. τῆς μὲν οὖν κοινῆς πολιτείας ἄνευ διαψηφίσεων οὐδενὶ μέτεστι, δωρεὰν δὲ τὴν μεγίστην οἴσεται οὐ διαψηφισθεὶς εἰ γνήσιός ἐστι τοῦ τῆς ἀρετῆς ὀνόματος ἢ νόθος καὶ ὑποβολι- μαῖος ἐν ἀλλοτρίᾳ δόξῃ πολιτεύεται; ἔπειτα κλήρῳ τὰς ἀρχὰς ἱστάντες, ὡς δημοτικὸν ὂν τὸ τῆς ἴσης ἐλ- πίδος, οὐ μόνον τῇ τοῦ κλήρου τύχῃ τὴν αἵρεσιν τούτων ἐπιτρέπουσιν, ἀλλὰ καὶ δικαστήριον καθίζουσι 14 Aeschin. Ctes. p. 57,37 15 Aeschin. fals. leg. p. 51,42 19 sq. Luc. Pisc. 46 4 τε scripsi γε MaP 6 εἰ καὶ ante εἰδέναι Ma 8 ἐπέβαλον Ma 14 ἀστὸς scripsi αὐτὸς MaP 15 ἢ in ἡ corr Ρ 16 εἴη P 19 δὲ scripsi e Ma καὶ P | διαψηφισθεὶς scripsi διαψηφισθὲν MaP sed in hoc εἰς supra ὲν m 2 | γνήσιός scripsi e Ma cum Cobeto γνήσιον Ρ sed ὃς supra ὂν m 2, et olim scripsi 24 καθίζουσιν Ma καὶ ψῆφον διδόασι περὶ τῆς ἀξίας, κἂν ἀνεπιτήδειος ᾖ πλέον οὐδὲν αὐτῷ τῆς εὐκληρίας, λαχὼν δὲ ἰδιώτης ἄπεισι. τὸν μὲν οὖν μυρρίνης στέφανον οὐδεὶς ἀδο- κίμαστος οὐδὲ ἄνευ ψήφου δικαστηρίου περιθήσεται, τὸν δὲ τῆς ἀρετῆς οὕτω προχείρως τῷ μὴ δοκιμασθέντι πρὸ τοῦ κεκριμένου δώσετε;