εἰ μὲν οὖν οὗτος αὐτὸς περὶ ἀρετῆς κεκριμένος καὶ ψῆφον εἰληφὼς ὧς φιλόπολις καὶ δικαιότατος ἀν- θρώπων καὶ σωφροσύνῃ διαφέρων ἐκάκιζέ μου τὰς ἀφέσεις ὧς ἀποφυγὰς ὀνειδίζων, εἰκότως ἀμείνων ἂν ἔφασκεν εἶναι τοῦ μὴ πονηροῦ κριθέντος, ἀγαθὸς γνωσθεὶς δηλαδή· εἰ δ’ ἐγὼ μὲν <μεγάλας> εὐθύνας ὑπέσχηκα τῶν βεβιωμένων, οὗτος δὲ οὐδὲ μικράν, ἐμοὶ μέν, εἰ μηδὲν ἄλλο, τό γε μηδὲν ἠδικηκέναι δέδοται· σὺ δ᾿ οὐχ ὅπως ἀγαθὸς ὤν, ἀλλ’ οὐδ’ ὡς οὐκ εἶ πο- νηρὸς ἔγνωσαι. τί οὖν τὰ σοφά σοι ταῦτα· οὐ κέκρι- σαι δίκαιος, ὅτι μὴ κλέπτης, οὐδ’ ὅτι μὴ παρα- νομεῖς, ἔννομος; σὺ δὲ οὐδὲ τὴν τοῦ μὴ | παρα- H. IX 38 νομῆσαι ψῆφον εἴληφας οὐδὲ ἄλλο τῶν ἀδίκων οὐδὲν ἀφεῖσαι μὴ πεποιηκέναι. εἰ δὲ καὶ τοῦ κριθῆναι σαφῶς ἀγαθὸν τὸ μὴ πονηρὸν ἡττᾶται, τοῦ γε μὴ κάκιστον ἐγνῶσθαι τὸ μηδ’ ἀγαθὸν δόξαι πόσῳ σεμνότερόν ἐστιν; 27. Ὁ δὲ καὶ ὠνείδιζέ μοι τὸ πλῆθος τῶν ἐγκλη- μάτων. τοῦτο γὰρ λοιπὸν ἦν καὶ Κεφάλου πειραθῆναί με κατηγοροῦντος. οὗτος δὲ μᾶλλόν ἐστι τῶν ἡττημέ- 2 cf. ad p. 141,3 8 Plat. Phaed. p. 107 C 14 p. 121,2 3 ἱκανὸν — δωρεᾶς inserui e Ma om Ρ 7 σωφροσύνῃ scripsi δικαιοσύνη MaP 8 ἀποφυγὰς ὀνειδίζων scripsi ὀνειδίζων ἀποφυγάς MaP 10 μεγάλας inserui om MaP 12 μηδὲν scripsi e Ma μὴ δ’ Ρ | τό γε scripsi τό. τε MaP 13 ὧς οὐκ εἷ scripsi ὡσεὶ MaP 15 κλέπτεις Ma cf. p. 121, 3 20 μὴ δ’ MaP 23 καὶ delendum censet Hert- linus 24 ἡττημένων scripsi ἡττωμένων MaP νῶν συκοφάντης. ὡς ὁ μὲν αἰτίας οὐκ οὖσ’ ἃς συμφο- ρήσαντες καὶ ὀνειδῶν ὀνόματα κατηγόρουν, πρᾶγμα εἰωθός· οὑτοσὶ δὲ τὰ σεμνολογήματά μου διέβαλλεν, ὧς ἐλαττώματα. οὐχ αἶ γραφαί, Κέφαλε, τἀδικήματα ποιοῦσιν εἷναι, ἀλλὰ τὰ μὲν ὄντα εἰς φῶς ἄγουσι, τὰ δ’ οὐ γεγενημένα μᾶλλον ὡς οὐ γεγένηται βεβαιοῦσι, τὴν ἄδικον δὲ βλασφημίαν εἰς τοὺς εἰπόντας αὐτοὺς τρέπουσι. τὰ ψευδῆ γὰρ ὀνείδη τοῖς εἰποῦσιν, οὐ τοῖς οὐδὲν ἀδικοῦσιν ὀνείδη γίγνεται, καθάπερ βέλος ἰσχυροτέρῳ προσπεσὸν εἰς τὸν ἀφέντα πάλιν ἀναστρέ- φει καὶ πολλάκις ἔτρωσεν αὐτὸν τὸν βαλόντα. οὐκ- οῦν οὐ τὸ κριθῆναι πολλάκις ὄνειδος, ἀλλὰ τὸ μηδ’ ἅπαξ ἐν ἀγῶσιν ἁλῶναι τοσούτοις ἔπαινος, καὶ τὰ πρὸ τῆς κρίσεως αἰσχρὰ τῶν ὀνομάτων, κλοπὴ καὶ δωρο- δοκία καὶ τὰ τοιαῦτα, τῷ μηδενὶ τούτων ἐνόχῳ φα- νέντι πρὸς εὐφημίαν περιίσταται, καὶ συμβαίνει τοὺς κατηγόρους ἐπαινέτας ἀναφαίνεσθαι καὶ μὴ βουλομέ- νους ὧν κατηγόρησαν <μέν> ἐξελέγξαι δὲ οὐχ οἶοί ἐγένοντο. αὐτοὶ γὰρ ἐπέδειξαν ἀγαθοὺς <οὓς> ἠδυνήθησαν θέλοντες ἐλέγξαι πονηρούς. καὶ οἷς οὐδὲ ψευδομαρτυριῶν ἄν τις ἐπισκῆψαι δύναιτο, τούτοις ἄκοντες οἱ ἐχθροὶ ἀρετὴν μαρτυροῦσι. καὶ παράπαν 1 Dem. p. 152, 6 | Dem. cor. p. 230, 6 21 cf. ad p. 156, 1 22 cf. p. 138, 8 1 ὧς scripsi ὥστε MaP | οὔτοι olim scripsi | οὐκ οὔσας scripsi e Ma cum Spengelio et Cobeto ἀκούσας Ρ δοκούσας olim conieci 3 οὑτοσὶ scripsi e Ma οὗτος Ρ | μου scripsi e Ma μοι Ρ 4 ἐλάττον Ma 5 εἷναι om Ma 6 δὲ Ma | μᾶλλον om Πα 9 γίνεται Ρ 10 ἀναστρέφει scripsi e Ma cum Cobeto ἀνατρέφει Ρ 12 μὴ δ’ MaP 13 τοσούτοις scripsi τοσοῦτος MaP 18 μέν inserui auctore Cobeto om MaP 19 οὓς inserui ante οὐκ cum Hertlino et Cobeto om MaP 22 μαρτυροῦσιν ἀρετὴν Ma εἰπεῖν, ᾠκοδόμηται τὰ δικαστήρια τοῖς πονηροῖς μὲν ἐναλίσκεσθαι, τοῖς δὲ ἀγαθοῖς ἐνεπιδείκνυσθαι. ὅπου γὰρ τῆς κακίας, ἐκεῖ καὶ τῆς ἀρετῆς ἡ κρίσις, ὡς τὸ αὐτὸ θέατρον ἀμουσίας τε καὶ μουσικῆς. καὶ τῶν ἐναντίων οἱ αὐτοὶ κάθηνται κριταί. μιᾶς γὰρ ἄμφω τέχνης εἰδέναι, καὶ οἱ δικασταὶ μίαν ἔχοντες ἐμπειρίαν ἀγαθοῦ καὶ πονηροῦ βίου οὓς μὲν ἂν φλαύρους ὑπο- νοήσωσι, ζημίαν ἐπιβάλλουσι τούτοις, τοὺς δὲ νικῶν- τας ἐπὶ τὰς τιμὰς προπέμπουσι, τοὺς δὲ οὐκ ἐξετα- σθέντας οὔτε κολάζουσιν οὔτε τιμῶσιν.