καὶ τοὺς κατηγόρους μὲν ἐτιμωρήσασθε ὡς συκοφάντας, ὧν τοῖς μὲν χρημάτων προσετιμήσατε, τοὺς δὲ καὶ ἀτίμους ἀπεπέμψατε· ὧν δὲ τοῖς ἡττη- θεῖσιν αἱ ζημίαι γεγόνασι καθ’ ἑκάστην κρίσιν, οὐδὲ τὸ κέρδος εἰς δόξαν τῷ πάσας νενικηκότι; οὐ γὰρ οὐδ’ ἐκείνοις ἤρκεσε τῆς νίκης ἀποτυχεῖν, ἀλλὰ καὶ προσεζημιώθησαν, οὐδὲ ἐμοὶ τὸ τὰς δέκας ἀποφυγεῖν, εἰ μὴ καὶ γέρας ἀντίρροπον οἶς ἡττηθεὶς ἂν ἔπαθον λήψομαι. ὥσπερ γὰρ τῶν ἁμαρτανομένων αἶ ζημίαι, <οὕτω> καὶ κατορθουμένων εἰσὶν αἱ τιμαί. εἰ δὲ μὲν ὡς οὐκ ἔδει πεπολιτεῦσθαι κριθεῖσι τὰς ἐσχάτας τιμωρίας ἐπιθήσετε, τῷ δὲ καλῶς τὰ κοινὰ πράττειν ἐγνωσμένῳ μόνον ἐν χάριτος μέρει τὸ μὴ κολασθῆναι δώσετε, ἧς ἀξιοῖ με Κέφαλος δωρεᾶς, ὁρᾶτε μή ποτε ἔρημον τὸ βῆμα τῶν ἐθελόντων ἃ χρὴ λέγειν ἀποδεί- ξητε· ὅ δ’ οὐκ ἔστιν, ἄν τις μὴ τῆς ἐπιτιμίας ἀδίκως 6 cf. ad p. 116, 16 14 Plat. Gorg. p. 516 D. Isocr. p. 9 b 1 λέγειν inserui e Ma om Ρ 2 ἀπατήσας scripsi ἀπα- τηθεὶς MaP ἀπάτης Cobet 5 ἀλοῦς scripsi ἥλων MaP 7 οὐχ Ma | τιμηθήσομαι scripsi τιμήσομαι MaP 9 τοῖς scripsi τὸν Ma τῶν Ρ 10 τοὺς Ρ | ὧς Gasda at cf. 1. 16 11 καθεκάστην Ρ 12 οὐ cscripsi e Ma οὐδὲ Ρ 17 οὕτω inserui om MaP 22 ἐθελόντων scripsi ἐλευθέρων MaP | ἀποδείξητε scripsi ἀποδείξετε MaP 23 ὃ scripsi τό MaP | ἔστιν, ἂν scripsi e Ma ἔστι κἂν Ρ ἢ τοῦ ζῆν ὅλως ἐκπέσῃ, τοῦτο γέρας δικαίας πολιτείας; οὐδ’ ἐγγύς. ὥσπερ γὰρ οὐδ’ εἰ πονηρὸς ἠλέγχθην, ἱκανὸν ἂν ἦν εἰς λόγον ζημίας τὸ μὴ τυχεῖν δωρεᾶς, οὕτως οὐδὲ χρηστῷ φανέντι τὸ μὴ τιμωρίας ἀρκεῖ.