μάθοι δ’ 3 Her. VIII 87, 2 3 οὐκ ἄκων inserui om MaP | ὑπὸ προνοίας scripsi e Ma ὑπονοίας Ρ ὐπ’ ἀνοίας olim scripsi | οὐδ’ scripsi οὐθ’ MaP 4 πάντα scripsi coll 1. 21 πάντα πάντων Ma πάντων πάντων Ρ πάντως olim conieci 5 καθέκαστον Ρ 6 τίς Ma 8 τελεωτέρα Ma 9 δειχθῆναι scripsi e Ma δεικνύναι Ρ 10 τὸν βίον scripsi τὸν βιόν Ρ om Ma 11 καθέκαστον MaP 17 τοῦ om Ρ 19 τήρησις εὐψυχία, καὶ σωφροσύνη scripsi τήρησις εὐψυχία δὲ (om Ma) καὶ σωφροσύνη MaP 21 μάθοις δ’ ἂν ἐναργῶς Ma ἄν τις ἐναργῶς ἐπὶ τῶν ἀνδρῶν, οἱ τὰς ἀρίστας ἐπω- νυμίας ἐκτήσαντο τοῖς ἐπιτηδεύμασι. τί τὸν Ἀριστείδην εἶπον δίκαιον εἰς πάντας ἀνθρώπους; οὐχ ὅτι χρήματα H. IX 36 οἴκοθεν | ἀνήλισκεν εἰς τὴν πόλιν, οὐδὲ γὰρ ἐκέ- κτητο, ἀλλ’ ὅτι τῶν κοινῶν οὐδενὸς ἥψατο, πρὸς δι- καιοσύνης δόξαν ἤρκεσεν αὐτῷ. φήμην συνέσεως περι- έθηκε Θεμιστοκλεῖ τὸ μηδὲν ἀγνοῆσαι τῶν ἀναγκαίων. ἀνδρεῖος ὁ Μιλτιάδης, οὐ γὰρ ἔδεισε τοὺς βαρβάρους. ὁ Περικλῆς πιστός, οὐ γὰρ ὑπεῖχε τὴν χεῖρα τοῖς λήμμασιν. ὁ Σόλων θαυμαστός,] ὅτι οὐδεὶς αὐτοῦ πονηρὸς ἠλέγχθη νόμος, σοφώτατος ὠνομάσθη νομοθέτης. τούτων ἕκαστος, ὦ ἄνδρες Ἀθηναῖοι, κἂν ἔτι πλείους εἴποι τις ἀγαθούς, ἐφ’ οἷς οὐχ ἥμαρτεν ἔδοξε κατωρθωκέναι. καὶ δικαίως. τῆς γὰρ θνητῆς φύσεως ἐπὶ τὰ χείρω φερομένης ὅστις αὑτὸν ἀνέσχεν ἀπὸ τῶν ἐμφύτων ἁμαρτημάτων, τέλειος τὴν ἀρετήν ἐστιν, ἣν ἡ θνητὴ χωρεῖ δύναμις. οὐδ’ ἔστιν ὅπως ἂν ἄμεινον οἰκηθείη πόλις ἢ μηδενὸς ἁμαρτάνοντος έν αὐτῇ. τοῦτο τέλος εἰς καλοκἀγαθίαν ἑκάστῳ, τοῦτο αὔταρκες εἰς εὐδαι- μονίαν τῇ πόλει.