οὐκοῦν ἐγὼ μὲν ἀνωμολόγημαι φανεραῖς γνώσεσι πάντων (xcovy δικαστηρίων ἀγαθὸς εἶναι πολίτης, Κέ- φαλος δὲ μίαν οὐκ ἔχει παρασχέσθαι περὶ αὑτοῦ κρί- σιν. ὅ καὶ θαυμάζω εἰ δὶς μὲν περὶ τῶν αὐτῶν οὐκ ἔσονται δίκαι, περὶ ἐμοῦ δὲ κρίσεων ὅσων οὐδ’ ἂν εἴποι τις γεγενημένων ἔτι λόγου δεῖσθε, καὶ νόμῳ μὲν ἀπείπατε δίκας ἀναδίκους ποιεῖν πλὴν τῶν ἐπὶ τοσαυτάκις περὶ ἐμοῦ διέγνωσται, οὐ βεβαιώσετε, καὶ τὸ πάντων ἀτοπώτατον, ὅν οὐκ ἴστε, τοῦτον ἐμοῦ βελ- τίω κρινεῖτε, οὗ τὸν τρόπον ἀεὶ καὶ καθ’ ἕκαστον ἐπιτήδευμα σαφῶς μεμαθήκατε. τίς γὰρ τούτῳ ψῆφος ἠνέχθη ποτέ; οὐκ ἂν εἰπεῖν ἔχοι ὅς ἀκρίτῳ δόξῃ πε- 8 Dem. p. 69, 17 10 Dem. cor. p. 254, 10 13 Dem. Lept. p. 502, 2 16 Plat. leg. Π p. 937 D. Andoc. myst. § 88. Meier-Schoemann-Lipsius, Att. Process p. 973 sq. 1 τῳ(1 et 2) Ρ 2 ἀπολελοίπασι scripsi e Ma καταλε- λοίπασι Ρ Ι πάντας Ma 4 οὐδ’(2) coni Gasda 7 φόβος scripsi e Ma sed όβος in ras m* φθόνος Ρ 9 πᾶσιν scripsi πάσαις MaP 10 ἀνωμολόγημαι. καὶ φανεραῖς Ma 11 τῶν inserui om MaP 12 αὐτοῦ Ρ 17 τῶν inserui om ΜΗΡ 20 κρινεῖτε scripsi κρίνετε MaP \ οὐχ ante οὖ MaP delevi cum Hertlino et Cobetu 21 τούτῳ ψῆφος scripsi e Ma ψῆφος τούτω Ρ πιστευκὼς εἰς τουτὶ τὸ δικαστήριον πρῶτον ἥκει καὶ νῦν οὐδεμίαν τῶν βεβιωμένων ἐξέτασιν διδούς, ἀλλ’ ὅτι μὴ κέκριται τούτῳ μόνῳ τεθαρρηκώς. καὶ πῶς ἀρετῆς δόξειεν ἂν εἶναι κρίσις ἡ μηδ’ ὁποία κρίσις. οὐδὲν γοῦν ἕτερον αὐτοῦ παρὰ πάντα τὸν λόγον ἠκούετε ἔξω τοῦ λαμπροῦ σεμνολογήματος· οὐ κέκρι- μαί ποτε, οὐκ ἐξήτασμαι. βεβίωκα ἀνέγκλητος. οὐκ ἴστε με. ἐγὼ δὲ τοὺς ἐναντίους <ἂν> παρά γε τοῦ φάσκοντος ἀξίου τιμῆς εἶναι λόγους· ἀεὶ παρ’ ὑμῖν δεδοκίμασμαι. πᾶσάν μου πεῖραν εἰλήφατε. οὐδὲν λαθραῖον οὐδὲ κρυφαῖον τῶν ἐμῶν. ἐν ἅπασι νενίκηκα τοῖς δικαστηρίοις. συνίσασί μοι τὴν ἀρετὴν οἱ δικάσαντες, οἱ μαρ- τυρήσαντες, οἱ κρινομένῳ παρεστηκότες. ταῦτ’ ἦν <τοῦ> τῷ συνειδότι πεπιστευκότος, τοὺς κατηγορήσοντας, οὐκ ἀποδιδράσκειν εἰς τὸ ἀφανές. H. IX 34 κριθέντα μὲν | γὰρ οὐχ οἷόν τε τὸν μὴ χρηστὸν λαθεῖν, μὴ κριθῆναι δὲ πολλοῖς καὶ τῶν ἀδικούντων ἐγένετο. καὶ σὺ μὲν ἄδηλον εἰ κριθεὶς ἐσώθης ἄν, ἐγὼ δὲ πείρᾳ δέδειγμαι καθαρὸς ὧν ᾐτίαμαι. κἀγὼ μὲν ἐν φωτὶ πολλῷ, τὰ δὲ σὰ σκοτεινά, ἀμάρτυρα, ὁποῖαπερ ἂν αὐτὸς ταῦτα βούλῃ λέγειν οἷς ἔλεγχος οὐδεὶς ἔπεστιν.