Εἰς τὸ ἐναντίον Ἀριστοφῶν. H. IX 29 πολλῶν ἀγώνων μοι παρ’ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, γεγενημένων ἐν ἅπασι μετὰ τοῦ δικαίου νενικηκὼς πολλὰς ἐλπίδας ἔχω καὶ τήμερον διὰ τοὺς θεοὺς ὁμοίου πειράσεσθαι τοῦ δικαστηρίου καὶ περι- έσεσθαι τοῦ πάντας μὲν ἐνοχλοῦντος τοὺς εὐδοκιμοῦν- τας φθόνου, μάλιστα δέ, ὅτι καὶ μέγιστα δοκῶ κατορ- θοῦν, ἐμέ. ὑφ’ οὗ καὶ Κέφαλος οὗτος προαχθείς, οὐ γὰρ οὕτως ἐστὶν εὐήθης ὥστε παρ’ οἷς οὐδ’ ὁποίας ἐστὶν ἔγνωσται γῆς ὡς ἄριστος οἴεσθαι τεύξεσθαι δωρεᾶς, βασκαίνων δὲ τῆς τιμῆς ἐφέστηκέ μοι τελευ- ταῖος, ἐπεὶ μηδεμίαν αἰτίαν ἔχει λοιπήν, τῆς δωρεᾶς συκοφάντης. 9 Schol. ad Aesch. Ctes. § 194. cf. p. 110. Herm. XII 222 1 Εἰς τὸ ἐναντίον Ἀριστοφῶν scripsi λιβανίου: (rubr.) (om Ma) Καλοῦ βίου γέρας εἷναι, καὶ (om Ma) ἀμφισβητοῦσι πρὸς ἀλλήλους κέφαλος καὶ ἀριστοφῶν MaP cf. p. 115, 1 2 Πολλῶν — 13 συκοφάντης citat Io. Doxap ad Hermog. de inv. Ι 1 p. 68,5 W (Cramer Anecd. Ox. t. IV p. 161 cf. supra p. 112) 4 ἔχων Doxap 5 πειράσασθαι Doxap 6 τοῦ πάντας μὲν] μὲν τοῦ πάν- τας μὲν Doxap | ἐνοχλοῦντας Ρ 7 φθόνου om Ma | δέ om Doxap | ὅτι scripsi ὅσω Ρ Doxap om Ma 8 φθόνου post οὖ Doxap | οὑτοσὶ Hertlein | ὁρμηθεὶς Doxap 9 ἐστὶν] ἂν Ρ sed νυν suprascr m 2 10 ἄριστος Ma sed ἴ’ in ras m 2 | τεύ- ξεται Doxap 11 τὲ Doxap | τελευταῖον olim conieci 12 ἐπειδὴ Doxap | μηδεμίαν αἰτίαν ἔχει λοιπήν scripsi auctore Hertlino μηδεμιᾶς δὲ μιᾶς Doxap) αἰτίας ἔχει λοιπῆς MaP Doxap 2. Ἐν μὲν οὖν τοῖς προτέροις ἀγῶσιν, ὦ ἄνδρες Ἀθηναῖοι, μέρος ἕκαστον ἐξητάσθη τῶν ἐμοὶ βεβιωμέ- νων καὶ πανταχοῦ δόξας ἀγαθὸς σὺν ἐπαίνῳ παρε- πεμπόμην ἐκ τῶν δικαστηρίων· τήμερον δὲ τοῦ παντὸς ἐξέτασιν διδοὺς ἀξιῶ φυλάξαι μὲν ὑμᾶς τὴν ὑμετέραν ψῆφον, ἢν ὧς περὶ καλοῦ κἀγαθοῦ πολλάκις ἠνέγκατε, μὴ περιβαλεῖν δέ με οἵᾳ μηδ’ ἂν ἁλόντα τιμωρίᾳ νενικηκότα, εἰ κριθήσομαι χείρων τοῦ μηδὲ κριθέντος ὅπως ζῇ καὶ πεπολίτευται. 3. Ὅτι μὲν οὖν <οὐκ> ἄκριτος οὐδ’ ἀνεξέταστος οὐδεὶς ἂν εὕροιτο τιμὴν οὐδεμίαν, ἔργῳ μαρτυρεῖ Κέφαλος αὐτός, ἥκει γοῦν εἰς τὴν περὶ αὑτοῦ κρίσιν, θαυμαστὸν δὲ ὅπως τοὺς ἐν τοῖς δικαστηρίοις ἀγῶνας ἐν δικαστηρίῳ λοιδορεῖ καὶ δεῖται μὲν τῆς ὑμετέρας ψήφου νῦν, ὧς μόνην οὖσαν ἀρετῆς βεβαίωσιν, τῷ δὲ πολλὰς ἔχοντι μηδεμιᾶς τυχὼν ἀνταγωνίζεται. οὐκ αἰτιῶμαι δὲ Κέφαλον τῆς ἀντιλογίας, μικροῦ δὲ καὶ χάριν ἔχω, διότι μοι παρέσχηκε μηδὲ τὴν δωρεὰν ἀκρίτως μηδὲ ὡς ἐξ αὐτομάτου τύχης, ἀλλὰ καὶ τοῦτο δι’ ἀγῶνος λαβεῖν. τούτου μὲν <οὖν> ἠκούσατε φορτικῶς αὑτὸν ἐγκωμιάζοντος, ὃ κἂν ἑτέρου λέγοντος ἠρυθρίασέ τις | ὅτῳ γέ τι χρηστὸν ὄντως πρόσεστιν· H. IX 30 3 Luc. somn. 15 14 cf. p. 116,3 sq. 20 cf. p. 118, 1 sq; 143, 7 sq. 1 ἐν in ras Ma 2 | προτέροις scripsi auctore Hertlino πρώ- τοις MaP 3 ἀπεπεμπόμην olim scripsi 5 ὑστέραν Ρ 7 μὴ δ’ MaP 8 μὴ δὲ MaP 9 πεπολίτευται Ma sed τᾶι in ras m 2 10 οὐκ inserui auctore Gasda om MaP 11 μη- δεμίαν Ma 12 αὐτοῦ scripsi coll p. 153, 12 τούτου MaP 15 καὶ ante βεβαίωσιν Ma 17 καὶ om Ma 18 et 19 μὴ δὲ MaP 19 ἀκρίτῳ olim conieci cum Hertlino coll Dem. or. XVII § 3 p. 212,22 | ταύτην olim scripsi at cf. p. 121,6 20 οὖν inserui auctore Gasda om MaP ἐγὼ δὲ οὐκ ἐμαυτῷ μάρτυρι χρήσομαι τῆς ἐμῆς ἀρετῆς, οὐδὲ γὰρ οἱ νόμοι αὑτῷ μαρτυρεῖν δεδώκασιν, ἀλλ’ ὑμῖν ἅπασι καὶ τοῖς ἄλλοις Ἀθηναίοις, ὧν οὐκ ἔστιν ὅστις οὐκ ἐψηφίσατο χρηστὸν εἶναι πολίτην ἐμέ. καὶ τούτῳ μὲν οὐδεὶς πάρεστιν οὐδ’ ἀνώμοτος μάρτυς, ἐμοὶ δὲ πολλοὶ πολλάκις ἔνορκοι δικασταί.