34. Ὅλως δὲ οὐχ ἔνα μὴ Κριτίας ὑβρίζηται, δέομαι, ἀλλ’ ἔνα ἐγὼ μὴ παντάπασιν ἐξενεχθῶ τῶν τοῖς πα- τράσιν ἑστηκότων ὅρων. εἰ μὲν γὰρ ἀξιοῖ μέ τις τῇ βουλῇ προσελθόντα κωνείου τυχόντα ἀποθανεῖν καὶ τοῦτο ἐκείνη ποιήσει, βαδίζειν ἕτοιμος ἐκεῖσε καὶ χρῆσθαι τῷ φαρμάκῳ, πάντως <γὰρ> οἷς βαρὺ τὸ ζῆν ὁ θάνατος· εἰ δ’ οὐκ ἔσθ’ ὅπως ἂν τοῦτο ἀνάσχοισθε, ἐκ | τῶν ἐνόντων μοι βοηθήσατε. τί γάρ με δεήσει RIV 458 ποιεῖν; εἰπάτω τις ἀναστάς. παρακαθῆσθαι τῷ νεκρῷ διαφθειρομένῳ καὶ πάσχοντι πάντα ἃ ποιεῖν ὁ χρόνος πέφυκε; καὶ τίσιν ὀφθαλμοῖς ταῦτα ὄψομαι; πῶς οἴσω τοῦ μὲν σώματος ἐξελεγχομένου, κυνῶν δὲ ἤδη 1 παρόντα La sed ἀποστελαντα suprascr y, ViVa sed in hoc ' s eras et ἀρ’ in αἰ corr m 2 προδότην Ma sed γρ in marg m 2, ὢ et reponi vult Gasda | μὲν) μὲν ἄλλοις τοῖς Va ἴ’ ὑπ’ ἄλλων in ras Ma 2 ἄλλοις ὢ | ἀποθνήσκουσιν Vi 2 δεῖν La Ι ἐπὶ post δεῖ Ma sed del m 3 Ι ὁ δ’ — 4 θανάτου om Μ 3 μεῖζον MaCl | δίκην inser Ma 2 om ἁ 4 ἄλλων LaVi 5 μὴ om La Ι μὴ — 10 τυχόντα praemisso κείμενον in marg Ma 2 om Cl 6 πάσχον LaVi | τό δ’ Vi Ι δ’ La | οὐδαμοῦ VaB 7 δ’ LaVi | ὑβρίζεται Ma 8 ἴν VaB 9 ὅρων La sed νόμων suprascr p et ’ν Ι γὰρ om Μ | μὲν Ma 10 προελθόντα Μ sed ἑ in ras 11 ἐκεῖνον MaCl | ἕτοιμον ἁ | κεχρῆσθαι LaViMaCl 12 γὰρ inserui e Vi et inser Lay om MMaClVaB edd 13 δὲ ClVaB Ι ἔσται Cl | τοῦτο ἂν Β | ἀνάσχησθε MaOl 15 τίς LaViMaClVaB Ι περικαθῆσθαι La sed ἔρι in ἄρα corr f, Vi 16 διεφθαρμένῳ LaViMaCl VaB et γρ in marg Mor φθειρομένῳ Μ Ι πάντα inser Ma 2 om cl 18 ἐλεγχομένου LaVi προσιόντων; ἀλλ’ ἀπελθὼν οἴκοι καθῶμαι καὶ παρὰ τῶν ἀγγελλόντων τὰ τοιαῦτα δέχωμαι, ὡς ὄρνιθες καὶ κύνες μερίζονται τὸν νεκρὸν καὶ αὐτοῦ τὸ μὲν ἀνάλω- τᾶι, τὸ δὲ ἐσθίεται; καὶ ποίοις ὠσὶ τοιούτων ἀνάσχω- μαι λόγων; πῶς δ’ ἂν ἁψαίμην ἐπὶ τοιούτοις τροφῆς; οὐκοῦν ἀνάγκη λιμῷ τεθνάναι. καὶ ποῦ τοῦτο ὑμῖν καλόν; ἐμοὶ μὲν γὰρ οὐ πικρόν. 36. Δέομαι δὴ καὶ ἀντιβολῶ πρὸς παίδων, πρὸς γυναικῶν, οὕτω μηδεὶς ὑμῖν ἕτερος ἐπισταίη Κριτίας, εἴξατε, συγχωρήσατε. τοῖς μὲν τὰ δεινότατα πεπονθόσιν ἀρκείτω τὸ μηκέτι, τοῖς δὲ οὐ τηλικαῦτα τὸ μὴ δεδοι- κέναι. δότε μοι τὸν κείμενον ἀντὶ στεφάνου, δότε μοι τὸν υἱόν, νῦν γὰρ αὐτὸν οὕτω δύναμαι καλεῖν, ἀντὶ σιτήσεως, δότε μοι τὸν νεκρὸν ἀντὶ εἰκόνος. μισείσθω μὲν Κριτίας, ἐλεείσθω δὲ ὁ πατήρ