καίτοι τὸ ξίφος γε ἐπ’ αὐτὸν λαμβάνων οὐχ οὕτω διεκείμην, ἀλλ’ ὧς οὐκ ἄταφον ἐκρίψων μόνον, ἀλλὰ καὶ κατακόψων τὸ σῶμα καὶ πᾶσαν αἰκίαν αἰκιούμενος, τοσοῦτος ἦν ὁ θυμός· ἐπεὶ δὲ ἔπληξα καὶ κατήνεγκα καὶ ὁ μὲν τύραννος ἐπέπαυτο, τὸ σῶμα δὲ ἔκειτο, κατὰ μικρὸν εἰς τὸ πατὴρ εἶναι τοῦ πεσόντος ἐπανηρχόμην. ἡ μὲν γὰρ ὕβρις ἢν ὕβριζεν ἀντὶ πατρὸς ἐποίει με δυσμενῆ, ἡ τελευτὴ δὲ ἀντὶ πολεμίου πατέρα. καὶ νῦν πάντα εἰσέρχεται τὴν ψυχὴν ὧν οὐδὲν τότε, ὅτι τοῦτον μέντοι τὸν ἀπεσφαγμένον ἐγὼ καὶ ἔσπειρα καὶ ἐγέννησα καὶ ἔθρεψα καὶ εἰς φράτορας εἰσήγαγον καὶ εἰς δημότας ἐνέγραψα καὶ παῖδα προσεῖπον καὶ πρὸ RIV 453 τῆς μανίας ἐπῄνεσα πολλάκις. οὐδὲν | γὰρ ἔτι με 9 [Plat.] Axioch. p. 372 A 17 sq. Dem. p. 1313, 19 sq. 1 ἴνα ante στέφανον VaB et γρ in marg Μα 2 et e Mon inser Re ἢ τὸν coni Gasda | λάβω LaViMa sed in hoc λαβὼν suprascr m 2 et λάβω καὶ κηρυχθῶ in marg m3, ὢ num ἀνα- κηρυχθῶ scribendum coll. t. IV 470 , 7? Ι ἃ παρέλαβον VaB 2 Ἀθηναῖοι scripsi e ViMaClVaB et γρ in marg Mor cum Cobeto Mnem. N. S. III 148 θεοὶ MLa edd cf. p. 90,6 4 μέλλειν LaViMaClVa sed in hoc λ (1) eras 5 μία μόνη Μ Mor 7 τὸ ξίφος γε scripsi e LaViMaClVa sed in hoc τὸ inser m 2 γε τὸ ξίφος ΜΒ edd 11 δ’ ἐπέκειτο LaVi | κατὰ Va sed ' i del m 2 | καταμικρὸν ΜΒ 12 παῖδά Ma sed γρ suprascr m 2 παιδὸς Οἶ’ 13 τοῦ ante πατρὸς Μ et inser Ma 2 edd sed recte abesse a Mon dixit Re delevi Ι ἐποίη La sed ἡ in εἰ corr f 17 καὶ εἰς φράτορας ἤγαγον in marg Va 2 | φράτορας La sed ρ(1) inser p | ἤγαγον Β | καὶ — 18 ἐνέγραψα om Va 18 ἀνέγραψα MaCl 19 οὐδὲν γὰρ] καὶ οὐδὲν VaB τῶν τότε παροξυνόντων κινεῖ. οὐκέτι τυραννεῖ Κριτίας, οὐκέτι τρέφει δορυφόρους, οὐκέτι φρουρὰν μεταπέμ- πεται καθ’ ὑμῶν καὶ τῶν νόμων, οὐκέτι δακρύων ἐμ- πίπλησι τὴν πόλιν. οἴχεται τὸ ταῦτα ποιοῦν, τὸ δὲ ἀναίσθητον ἔρριπται αἰσθανόμενον οὐδὲν τῶν ποιου- μένων, κἂν πάνυ πολλοὶ τῶν ὑπ’ αὐτοῦ τι πεπονθό- των ἐνάλλωνται τῷ σώματι καὶ περιέλκωσι καὶ παίωσι. τοῦτο δή με τὸ σῶμα τὸ μηδενὸς αἰσθανόμενον ἕλκει καὶ κάμπτει καὶ πάσχειν τι πρὸς αὑτὸ ποιεῖ καὶ οὐκ ἐᾷ τὸν ἔμπροσθεν ἐκεῖνον εἶναι, οὐδὲ εἰ σφόδρα βου- λοίμην, πείσαιμ’ ἂν ἐμαυτὸν ὧς οὐκ ἐξ ἐμοῦ γεγέννη- ται. ἕως δ’ ἂν τοῦτο μὴ δύνωμαι, πᾶσα ἀνάγκη πά- σχειν τι πρὸς τὸν νεκρόν.