ἐδήλωσε δὲ ταῦτα ὁ χρηστὸς δῆμος. οὐ γὰρ ὅπως ἢ τοὺς παθόντας ὧν ἔπαθον ᾤκτειρεν ἢ τοὺς ταῦτα βιασαμένους στρατηγοὺς κατεμέμψατο. πόθεν; ὅς γε τοὐναντίον ὧς φιλανθρώπων κατέγνωκεν. αἰτίαν ἔσχον Ἑστιόδωρος καὶ Φανόμαχος καὶ Ξενοφῶν οὐκ ἐπὶ τοῖς δείπνοις οὐδ’ ἐπὶ ταῖς τραπέζαις, ἀλλ’ ὅτι τοὺς λοι- ποὺς ὑποσπόνδους ἀφῆκαν ἐξελθεῖν. διόπερ οὐδ’ ἄγνοιαν ἔστιν αὐτοῖς προφασίσασθαι τῶν πραχθέντων. ἡ γὰρ μετὰ ταῦτα ἀπανθρωπία τὸ κἀκεῖνα εἰδέναι μαρτυρεῖ. τί οὖν ἐβούλεσθε; τί δὲ ἔδει χρήσασθαι τοῖς περιττοῖς; ἀναγκάζομαι γὰρ καὶ ὑπὲρ τῶν στρα- τηγῶν λέγειν, ἀποκρίνασθε, ὦ φιλάνθρωποι, πάλιν εἰς Ποτίδαιαν καθεῖρξαι καθάπερ θηρία καὶ τοὺς ὑπολει- πομένους ἀλλήλοις προβαλεῖν καὶ ὅσον ἦν λείψανον τοῦ γένους ἐν αὑτῷ δαπανῆσαι, μηδένα δ’ | ἐξ- RIV 366 ἐλθεῖν Ποτιδαίας μηδὲ τῆς συμφορᾶς ἄγγελον, ἀλλὰ 7 Thuc. II 70, 3 8 Thuc. II 70, 1 10 Thuc. II 70, 2 6 ὅγε Vi 7 φιλανθρώπου Β 8 Ἑστιόδωρος scripsi e CrHV coll Thuc. 1. 1. cum Blomfieldo ad Thuc. 1. 1. Gasda Co- beto Mnem. N. S. II 407 Roggio Lib. apol. Socr. 81 αἰτιόδωρος MBVi sed in hoc ἑστιό in marg m 2, MaCl edd | φιλόμαχος Vi sed φανό in marg m 2 9 ταῖς τραπέζαις Vi sed Vi et ἦς suprascr m 2 10 οὐκ CrHVMa 11 αὐτοῖς Vi sed τοὺς suprascr m2 αὐτοὺς CrHV | προφασίσασθαι scripsi e CrHVB ViMa προφασίσεσθαι Cl προφασίζεσθαι Μ edd 12 μετα- ταῦτα BMa 13 δὲ] γὰρ CrHV 17 προβαλεῖν scripsi auc- tore Iacobsio Lect 115 προσβαλεῖν libri edd | καὶ om Μ | ἦν om CrHVB | λειψάνων Mor 18 αὐτῶ HVViMaCl αὐτὴ Β | μὴ δ’ ἴνα ViCl 19 μὴ δὲ CrHBViMaCl διανείμασθαι πάντας ἑαυτούς, ἕως ἂν ὑπολειφθῇ τὰ οἰκοδομήματα, ἢ τοῦτο μὲν οὐχί, διασπασθέντας δ’ ὑφ’ ὑμῶν αὐτῶν καὶ τῶν ὑμετέρων χειρῶν ἀπολέσθαι; ἐμοὶ μὲν γὰρ δοκεῖτε κἂν αὐτοὶ γεύσασθαι τῶν σωμάτων ἡδέως. καὶ τοῦτο ἂν ἴσως ἐνέπλησεν ὑμᾶς μόνον, ὧς τά γε νῦν ταῦτα μικρὰ ἦν, δῆμος ἐν ἑαυτῷ τρεφόμενος καὶ πάντα αὐτὸς αὑτῷ, οἶ σιτούμενοι, τὰ σιτούμενα, οἱ πεινῶντες, αἱ ἑστιάσεις, πρὸς ταῖς τρα- πέζαις τὰ σιτία, ἕκαστος πρὸς ταῖς τραπέζαις τροφὴν αἰτῶν καὶ διδόμενος, νεῖμον κἀμοί, λέγων, ὧν ἡ νομή. τοιαῦτα γὰρ τῶν ἐν Ποτιδαίᾳ δείπνων τὰ αἰνίγματα. ἑαυτοὺς οἶ δυστυχεῖς διεδέχοντο καὶ ὥσπερ ἐν ταῖς τῶν ἐράνων εἰσφοραῖς ἔρανον ἐποι- οῦντο τῶν σωμάτων κόπτοντες αὐτὰ καὶ διαιροῦν- τες, ὁ παρατυχὼν τρέφων τὸν φθάσαντα, εἶτ’ ἄλλον ὁ τραφείς, εἶτ’ ἐκεῖνος ἕτερον, ἐγκύκλιόν τινα ταύτην εὐωχίαν περιάγοντες, ἕως οἱ πλείους ὑπεδέξαντο ἀλ- λήλους. 47. Οἱ δὲ τὰ δεῖπνα ταῦτα σκευάσαντες καὶ παρα- θέντες εἰσὶν οὗτοι καὶ τὸ τούτων στρατόπεδον. οἱ γὰρ τὰς ἔξωθεν τροφὰς ἐμποδίζοντες τοῖς ἔνδον εἰσιέναι οὗτοι καὶ δι’ ἀλλήλων ἠνάγκαζον χρήσασθαι ταῖς τρο- 1 πάντα Ma | ἑαυτούς Vi sed αὐτούς in inarg m 2 | ἂν inser Ma 3 om Οἶ’ 2 διασπασθέντες Vi sed τὰς infra τες m 2, MaCl | δὲ ViMaCl 3 ἡμῶν Μ et γρ in marg Mor | ἡμετέρων MVi Cl et γρ in marg Mor | ἀπόλλυσθαι Vi ἀπόλυσθαι Ma sed ἀπολέσθαι suprascr m 3, ὢ 4 δοκεῖται V sed αἰ in ἑ corr m 2 | γεύσησθε Vi sed ασθαι supra ἦσθε m 2, Ma sed ἦσθε in ασθαι corr m 3, Cl 5 ὑμᾶς Ma sed ὒ in ras m 3 7 αὐτῷ scripsi e Β αὐτῷ reliqui libri ’ in ’ corr Ma 3, edd 10 νεἰ- μων CrHVB | καἰ μοι CrHet in marg Vi 2 | ὧ Ma sed ὢν in marg m 3 11 τοιαῦτα Vi sed ταῦτα in marg m 2 12 αἰνίγματα scripsi e CrHVMBViCl cum Iacobsio Lect 115 αἰτήματα Ma edd 15 εἴτ’ V 16 ἄνθρωπος post τραφεὶς Β | εἶτα VB MaCl 17 καὶ ante ὑπεδέξαντο ViMaCl 22 διαλλήλων Cl φαῖς. τοιούτων ἔτυχεν ἑστιατόρων Ποτίδαια. ἡμεῖς δ’ ἠλεοῦμεν κατακληρουχηθεῖσαν Εὔβοιαν καὶ τὴν Σαμίων φυγὴν καὶ τῶν νήσων τἀς βεβιασμένας. οὗτοι δὲ λοι- πὸν ἤδη διαιροῦσι καὶ διανέμουσι τὰ σώματα καὶ τὰς μὲν ἀνθρώπων τροφὰς ἐκ τῶν πόλεων ἐξορίζουσιν, ἀντεισάγουσι δὲ δεῖπνα ἐναγῆ καὶ τοὺς Ἕλληνας ἀνη- λῶσθαι περὶ αὑτοὺς βιάζονται. ἐτράφη πόλις, 00 Δήμητερ, ἄνευ τροφῶν καὶ σιτία ἄνευ σιτίων εὑρέθη καὶ ἱερεῖα ἐτύθη ἱερείων μὴ παρεστηκότων. ποία γὰρ ἦν ἔνδον ἀγέλη; τίς προβατεία; | μόνους εἶχον RIV 367 ἀλλήλους οἱ δυστυχεῖς. ὡς βελτίους ἂν ἦτε κενὴν τῶν ἀνδρῶν πρότερον ἢ τῶν τροφῶν τὴν πόλιν ποιήσαντες. νῦν δὲ αἱ μὲν οὐκ ἦσαν, οἱ δὲ ἀλλήλοις περιέπιπτον καὶ ζητοῦντες σωτηρίαν ἀπώλλυντο. τὸ γὰρ ἴαμα τοῦ λιμοῦ τοιοῦτον ἦν, ἡ συμφορά. καὶ ταῦτα ἔπασχον ἐγγὺς ὄντων Ἀθηναίων καὶ τρυφώντων. πόσαι μὲν εἰσέπλεον τούτοις τροφῶν ὁλκάδες, πόσα δ’ ἱερεῖα ἐκ τῆς Θρᾴκης συνηλαύνετο. αὐτὴν τὴν ἐκείνων Παλλή- 2 Thuc. I 114 | Thue. 1 117 3 Thuc. | 98 18 Ποτίδαιά ἐστιν ἡ ἐν Παλλήνῃ πόλις ἤγουν ἐστιν — ἤγουν 2 ἐλεοῦμεν ViMaCl | τὴν om Β | σαλαμίων Vi sed σαμίων in marg m 2 3 οὔτοι scripsi auctore Re αὗται CrHVBViMa Cl αὐτοὶ Μ edd | δὲ om CrHVB ViMaCl 6 ἀνηλῶσθαι scripsi e CrHVB ἀναλοῦσθαι MMa sed in hoc ὢ supra ov m 3, Cl edd ἀναλᾶσθαι Vi sed οὐ supra ἁ m 2 7 αὐτοὺς scripsi e Μ αὐτὰ Vi sed αὐτοὺς in marg m 2 αὐτοὺς CrHVBMaCl edd 9 παρεστηκότων scripsi e CrHVBViMaCl παρεστώτων M edd 10 προβατεία Ma sed εἰ in ras m 3 προβάτιά BVi sed in hoc τεῖ supra τι m 2, Οἶ’ 13 αἱ] οἱ Β 15 λοιμοῦ V | ἡ συμφορά om CrHV et abesse vult Re 16 ἐγγελώντων coni Iacobs App Pors 326 Lect 115 | οὖν post μὲν Μ edd in suspi- cionem vocavit Gasda delevi 17 vpost τούτοις videtur γέ- μουσαι deesse" Re | δὲ MMaCl edd 18 συνηλαύνοντο Μ | Παλλήνην Ma sed ν(1) in ras m3 νῆν καὶ γῆν ἐκαρποῦντο, οἱ δ’ ἔνδον ἀπέθνησκον οὐδενὶ κόσμῳ δαπανώμενοι μερίζοντες καὶ μεριζόμενοι, θεούς, οἶμαι, καλοῦντες, Δήμητραν αὐτὴν καὶ Κόρην, Ἐλευσῖνα καὶ Κελεόν, Ἴακχον καὶ μυστήρια. ἀλλ’ οὐκ ἠλέουν οἱ μυσταγωγοί. εἶθ’ ὑμεῖς ἔτι πυρῶν καὶ κρι- θῶν μνημονεύετε καὶ τὴν προηροσίαν ὑπὲρ τῆς Ἑλλά- δος θύετε γεωργίαν ἀνθρώπων ἀνελόντες καὶ τὴν γῆν, ὡς ἂν εἴποι τις, ἐκτρίψαντες αὐτήν. ἰδοὺ γάρ, παρα- βάλωμεν τῇ Δήμητρι τὴν Ποτίδαιαν, τῷ Τριπτολέμῳ τὴν πολιορκίαν. οὐκ αὖθις ἡμῖν ἄκαρπος ἡ γῆ δοκεῖ γεγονέναι, οὐ πάλιν ὁ πρὸ Δήμητρος εἶναι βίος;