τὴν φύσιν δ’ οὐδέπω καὶ τήμερον δύναμαι κατιδεῖν τῶν παιδικῶν οὐδὲ τὸν τρόπον. ἐπαινῶ τὸ κάλλος καὶ θαυμάζω τὴν ὥραν, ὁ δὲ ὑπερορᾷ καὶ καταφρονεῖ τῶν ἐγκωμίων τῶν ἐμῶν. τὴν ἀνδρίαν, τοὺς λόγους ἐκπλήττομαι, ὁ δὲ ὑπενόησεν εἰρωνεύεσθαί με. τὴν ἡσυχίαν ἄγω στένων κατ’ ἐμαυ- τόν, ὁ δὲ ἄχθεταί μου τῇ σιωπῇ. τῷ τρόπῳ χρῶμαι καὶ τὸν μισάνθρωπον ὑποκρίνομαι καὶ λοιδορῶν αὐτὸν διαρρήγνυμαι, ὁ δ’ ἐνταῦθα ἐγέλασε. πάλιν σεμνὸς ἐν Λυκείῳ φαίνεται καὶ Πρωταγόρου μᾶλλον καὶ Γοργίου τὰς ὀφρῦς ἀνεσπακώς, αὐθάδης ἐν ἐκκλησίαις καὶ δημηγόρος ὑπὲρ τὸν Ὀλύμπιον, πόρνος ἐν συμποσίοις καὶ κατεαγὼς ἐν ταῖς μέθαις, ἀνδρόγυνος ἐπὶ τῆς ἐσπέρας, ὑπὲρ τὸν Πρωτέα τὴν φύσιν ἀμείβων. τίς δὴ γένωμαι ἢ τίνα εὕρω τῶν κακῶν μεταβολήν; φεύ- γοντά με τὰς ἑαυτοῦ διατριβὰς μεταδιώκει, ἐγκείμενον 1 cf. p. 546, 14. Plat. conv. p. 212 C 11 cf. p. 547, 13 16 cf. t. II 41,14; 312,18 1 εἰσέρχομαι Η scriptura in Cr parum certa | κωμάζων Gasda 2 σωκράτη Β 4 κατιδεῖν τῶν παιδικῶν reposui e CrHDVaMaCl κατιδὼν τῶν παιδικῶν Β τῶν παιδικῶν κατι- δεῖν edd | οὐδὲ τὸν τρόπον Md sed δὲ τὸν τρόπον in ras m3 τὸν τρόπον τῶν τρόπων D 5 τούτου ante τὴν Va 7 ἀνδρείαν DVa Ma 8 punctum post με posui ex HI) om reliqui libri edd I ἄγω — 9 σιωπὴ inserui ex Η om CrDB VaMaCl edd pro emblemate habui Rel. Acad. Berol. 1896, 1333 | ἄγων Η 10 τὸ Va 11 ὃ Ma οὐ H | ἐντεῦθεν D 12 λυκίῳ VaMa ὢ | καὶ(1) om Η | γοργίου Ma sed γορ in ras m 3 11 δὲ Β 18 ἑαυτοῦ scripsi αὐτοῦ Va ἐμαυτοῦ HDBMaCl edd sed πρὸς τἀς ἐμαυτοῦ coni Re | μὰ δία διώκει Va sed μὰ δία in μέτα corr m 3, MaCl | ἀνακείμενον D δὲ ὁρῶν καὶ ἀπολωλότα εἰρωνευόμενος ἐρωτᾷ· τί δέ, οὐ μισάνθρωπος ἦσθα; τί δέ, οὐκ ἐπὶ τῆς ἐσχα- τιᾶς ᾤκεις; τί δέ, οὐκ ἔβαλλες ταῖς βώλοις προσιόντα με; πῶς οὖν ἑάλως; εἰπέ μοι. ἢ τί δὴ πέπονθας; ἢ τίς σε ἤγαγεν ἐνταυθοῖ; ἆρα ὑποκρίνῃ τὸν ἔρωτα καὶ φιλεῖν Ἀλκιβιάδην προσποιῇ πεπονθὼς οὐδέν; ’Αποπνίγομαι, νὴ τοὺς θεούς, καὶ παραρρήγνυ- μαι τὴν χλεύην οὐ φέρων καὶ τὸν γέλωτα ἐκείνου τὸν πολύν. ἐκκόψατε δὴ τοὺς καταράτους ὀφθαλμούς. ὦ πεντακόσιοι, τοὺς ἐμοὺς τοὺς προδότας τῆς ἐμῆς ἀνδρίας γενομένους. οὗτοι γὰρ πρῶτοι τὸ κακὸν ἐδέ- ξαντο καὶ τὸ κάλλος δι’ αὐτῶν εἰσρυὲν τὸν λογισμὸν τὸν ἐμὸν κατεδουλώσατο.