τῆς ἀπιστίας, Ἄπολλον, καὶ τῆς ἐξαί- φνης μεταβολῆς. ἐσχατιὰ μὲν ἡ φιλτάτη καὶ ἡ συνήθης ἐρημία καὶ τὸ στερρὸν τοῦ τρόπου καὶ ὁ μισάνθρω- πος καὶ πάντα ἐκποδών, κινδυνεύω δὲ ἀνθινὰς ἤδη φορεῖν καὶ στεφανοῦσθαι καὶ κωμάζειν καὶ ταινίαις ἀνα- δεῖσθαι καὶ πίνειν ἄκρατον καὶ μεθύειν μισάνθρωπος ὤν.