Τίμων μισάνθρωπος, ἀλλ’ Ἀλκιβιάδης οὐκ ἐᾷ σωφρονεῖν. ταύτης ἐγενόμην τῆς φύσεως, τοῦ- τον ἐπλήρωσα τὸν κατάλογον, ἐν τούτοις ἐξητάσθην τοῖς κακοῖς. ἆρ’ οὖν οὐχ, ὅπερ ἔφην, ἐκ πρώτης ἡλι- κίας θανάτου καὶ προσαγγελίας ἔπραττον ἄξια; ἆρ’ οὐ δικαίως μισάνθρωπος ἐγενόμην; νυκτὸς λῃστεῖαι, μεθ’ ἡμέραν τὰ δικαστήρια, μοιχεῖαι καὶ κῶμοι πάλιν ἀπὸ τῆς ἐσπέρας. Ἡράκλεις, τῆς διαδοχῆς τῶν κακῶν καὶ τῆς συνεχείας.