XII. Τίμων ἐρῶν Ἀλκιβιάδου ἑαυτὸν προσαγγέλλει. Προθεωρία. RIV 181 Χαλεπὸν τὸ ζήτημα. δύο γὰρ | ἐναντία ἀλλή- λοις ἤθη ὑποκρίνεσθαι δεῖ, μισάνθρωπον καὶ ἐρῶντα, καὶ ὁρᾶν χρὴ εἰ δι’ ἐκατέρων πρόεισιν ὁ λόγος τῆς τῶν νοημάτων εἰσαγωγῆς οὐκ ἐλεγχούσης τὴν ἐναν- τίωσιν τὴν ἐν τοῖς ἤθεσι. δεῖ δὴ τὸν μισάνθρωπον πλεονάζεσθαι, δεῖ δὲ καὶ τὰ τῆς προσαγγελίας δοκεῖν χώραν ἔχειν. τὸ δὲ ἅψασθαι Ἀλκιβιάδου καὶ τὸν ἐκεί- νοῦ βίον κακῶς εἰπεῖν πανταχοῦ καὶ ἐρῶντος ἂν εἴη καὶ μισανθρώπου. Cr = Codex Hierosolymitanus Sanctae Crucis 57 H = Hierosolymitanus S. Sepulcri 107 V = Yaticanus gr. 940 La = Laurentianus LVII 44 D = Athous S. Dionysii 342 Β = Barberinus E 41 Va = Vaticanus gr. 82 Ma = Matritensis 4679 (N - 49) Cl = Berolinensis gr. 195 olim Claromontanus 2 Προθεωρία om CrHVMaCl θεωρία La 3 Χαλεπὸν — 11 μισανθρώπου om Va 7 ἤθεσιν CrHVD edd | δὴ scripsi auctore Gasda δὲ libri edd 8 προσαγγελίας scripsi coll. ῥ’. 537, 11; 551,17; 553,6 et 11 εἰσαγγελίας libri edd 10 κακῶς scripsi e GrHLaDBMaCl καλῶς V edd | ᾔει La Ἡ μελέτη. 1. πάλιν ὑμῖν Τίμων εἰς βουλευτήριον οὐχ ὑπὲρ ὑμῶν τι διαπραξόμενος, οὐ γὰρ οὕτω μαίνομαι οὐδ’ ἐπιλέλησμαί γε παντάπασιν ἐμαυτοῦ, μήποτε τοσοῦτον Ἀλκιβιάδης ἰσχύσειε καθ’ ἡμῶν ὡς ἀποστῆσαί με δυ- νηθῆναι τοῦ τρόπου καὶ τῆς ἐξ ἀρχῆς προθέσεως ἐκεί- νῆς ἣν ἐνεστησάμην, ἀλλ’ ἐμαυτῷ τι χρήζων παρ’ ὑμῶν ἐπαγγεῖλαι. τοῦτο δέ ἐστιν ὃ πάντως που καὶ ὑμῖν πρὸς ἡδονῆς, δοθῆναί μοι τήμερον παρ’ ὑμῶν ἀποθανεῖν, ἔνα μὴ Ἀλκιβιάδην ἴδω τὸν καλὸν μηδ’ ὑμῖν δι’ ἐκεῖνον ἀναγκάζωμαι προσομιλεῖν.