πολλὰ τοιαῦτα ἐλέγετο μάτην, ὦ ἄνδρες δικασταί. ληρεῖν γὰρ ἡγεῖτο τοὺς κατέχοντας καὶ μόνος αὐτὸς εὖ φρονεῖν καὶ δεῖν ἐλευθερῶσαι τὴν οἰκίαν τοῦ νοσήματος. αἰσθομένης δὲ τῆς μητρὸς καὶ ἐκπλαγείσης καὶ πρὸς τὰ γόνατα αὐτῷ προσπεσού- σὴς καὶ ἱκετευούσης ἢ μὴ ταῦτα ποιεῖν ἢ καὶ αὐτὴν προσεκβάλλειν, μᾶλλον δὲ ἀποκτεῖναι γυναικὸς ἴφη ταῦτα εἷναι φλυαρούσης, τῷ δὲ οἴκῳ λυσιτελεῖν ἕτερα. καὶ καλῶς ἔλεγεν. οὐ γὰρ ἄν τι μεῖζον ὠφέλησεν αὐτὸν ἢ παιδὸς ἀπαλλαττόμενος πονηροῦ.