Ὁρᾶτε δέ. παῖς ἐγενόμην ἐγὼ τούτῳ παρ’ ὑμῖν, ὦ ἄνδρες δικασταί. καὶ ἴσως μὲν εὐθὺς ἠχθέσθη πρὸς τὸν τόκον ὡς ἂν ἐκ βελτιόνων παιδοποιεῖσθαι δυνά- μένος. τοῦτο μὲν οὖν οὐκ ἐγκαλῶ, μεγάλων γὰρ αὑτὸν ἀξιῶν οὐκ ἠδίκει, ἐκεῖνο δέ, ὅτι γνώμης οὕτως ἔχων μή τινος αἰσχύνης νῆς τῷ πράγματι προσούσης οὐκ ἐξέ- θηκεν οὐδ’ ἔρριψεν ἑτέροις ἀνελέσθαι καὶ τρέφειν, οἱ τῆς ἐμῆς ἴσως ἂν ἠνέσχοντο κακίας, ἀλλ’ εἶχεν αὐτὸς καὶ ἔτρεφεν ἐπὶ δεινοτέροις τοῖς μέλλουσι.