εἰπέ μοι, πρὸς θεῶν, ὦ Νεόκλεις, σὺ μόνος ἐχρήσω τούτῳ τῷ νόμῳ κατὰ παιδὸς ἤ τινα καὶ ἕτερον εἰπεῖν ἂν ἔχοις; εἰ μὲν γὰρ μόνος, ὅρα τί συμβαίνει καὶ τίνα σαυτὸν δεικνύεις Ἀθηναίοις· εἰ δ’ εἰσὶν οἳ ταὐτόν σοι πεποιήκασι, πολλοὺς ἔδει Θεμιστοκλέας εἶναι τῇ πόλει, εἰ τοῦτο ἔργον ἢν ἀποκηρύξεως τοιούτους ποιεῖν τοὺς νέους.